§12.55.1κατὰ δὲ τὴν Ἑλλάδα Λέσβιοι μὲν ἀπέστησαν ἀπὸ τῶν Ἀθηναίων·
ギリシアでは、レスボス人たちがアテナイ人から離反した。
ἐνεκάλουν γὰρ αὐτοῖς, ὅτι βουλομένων συνοικίζειν πάσας τὰς κατὰ τὴν Λέσβον πόλεις εἰς τὴν Μυτιληναίων πόλιν διεκώλυσαν.
というのも、彼らがレスボス島のすべての都市をミュティレネの都市へと統合しようと望んだときに、アテナイ人がそれを妨げた、と彼らを非難したからである。
§12.55.2διὸ καὶ πρὸς Λακεδαιμονίους ἀποστείλαντες πρεσβευτὰς καὶ συμμαχίαν συνθέμενοι συνεβούλευον τοῖς Σπαρτιάταις ἀντέχεσθαι τῆς κατὰ θάλατταν ἡγεμονίας· πρὸς ταύτην δὲ τὴν ἐπιβολὴν ἐπηγγείλαντο πολλὰς τριήρεις εἰς τὸν πόλεμον παρέξεσθαι.
それゆえ、彼らはスパルタ人に使節を派遣して同盟を締結すると、スパルタ人たちに海の覇権を手に入れるよう勧め、この企てに対して、戦争のために多くの三段櫂船を提供することを約束した。
§12.55.3ἀσμένως δὲ τῶν Λακεδαιμονίων ὑπακουσάντων καὶ περὶ τὴν κατασκευὴν τῶν τριήρων γινομένων, Ἀθηναῖοι φθάσαντες αὐτῶν τὴν παρασκευὴν παραχρῆμα δύναμιν ἐξέπεμψαν εἰς τὴν Λέσβον, πληρώσαντες ναῦς τετταράκοντα καὶ στρατηγὸν προχειρισάμενοι Κλεινιππίδην.
スパルタ人たちが喜んで応じ、三段櫂船の建造に取りかかっていたところ、アテナイ人は彼らの準備に先んじて、ただちにレスボスへと軍を派遣し、40隻の船を満杯にして、将軍としてクレイニッピデスを指名した。
οὗτος δὲ προσλαβόμενος βοήθειαν παρὰ τῶν συμμάχων κατέπλευσεν εἰς Μυτιλήνην.
彼は同盟国から援軍を受け取ると、ミュティレネへと航行した。
§12.55.4γενομένης δὲ ναυμαχίας οἱ μὲν Μυτιληναῖοι λειφθέντες συνεκλείσθησαν εἰς πολιορκίαν, τῶν δὲ Λακεδαιμονίων ψηφισαμένων βοηθεῖν τοῖς Μυτιληναίοις καὶ παρασκευαζομένων στόλον ἀξιόλογον, ἔφθασαν Ἀθηναῖοι ναῦς ἄλλας σὺν ὁπλίταις χιλίοις ἀποστείλαντες εἰς Λέσβον.
海戦が起こり、ミュティレネ人は敗れて包囲の中に閉じ込められた。 スパルタ人たちがミュティレネ人を救援することを議決して、注目すべき艦隊を準備していたところ、アテナイ人はさらに別の船と1000人の重装歩兵をレスボスへと派遣して先手を打った。
§12.55.5τούτων δʼ ἡγούμενος Πάχης ὁ Ἐπικλήρου καταντήσας εἰς τὴν Μυτιλήνην, καὶ τὴν προϋπάρχουσαν δύναμιν παραλαβών, περιετείχισε τὴν πόλιν καὶ συνεχεῖς προσβολὰς ἐποιεῖτο οὐ μόνον κατὰ γῆν, ἀλλὰ καὶ κατὰ θάλατταν.
これらを率いるエピクレロスの子パケスは、ミュティレネに到着し、既存の軍勢を引き継ぐと、都市の周囲に壁を巡らし、陸からだけでなく海からも絶え間ない攻撃を仕掛けた。
§12.55.6Λακεδαιμόνιοι δὲ ἐξαπέστειλαν εἰς τὴν Μυτιλήνην τριήρεις μὲν τετταράκοντα πέντε καὶ στρατηγὸν Ἀλκίδαν, εἰς δὲ τὴν Ἀττικὴν εἰσέβαλον μετὰ τῶν συμμάχων·
スパルタ人はミュティレネへと45隻の三段櫂船と将軍アルキダスを派遣し、同盟国とともにアッティカへと侵入した。
ἐπελθόντες δὲ τοὺς παραλελειμμένους τόπους τῆς Ἀττικῆς καὶ δῃώσαντες τὴν χώραν ἐπανῆλθον εἰς τὴν οἰκείαν.
アッティカの残されていた地域を襲撃してその地を荒廃させると、本国へと帰還した。
§12.55.7Μυτιληναῖοι δὲ τῇ σιτοδείᾳ καὶ τῷ πολέμῳ πιεζόμενοι καὶ στασιάζοντες πρὸς ἀλλήλους, καθʼ ὁμολογίαν παρέδωκαν τὴν πόλιν τοῖς πολιορκοῦσιν.
ミュティレネ人は食糧不足と戦争に圧迫され、また互いに反目し合っていたため、協定に従って都市を包囲者たちに引き渡した。
§12.55.8ἐν δὲ ταῖς Ἀθήναις τοῦ δήμου βουλευομένου πῶς χρὴ προσενέγκασθαι τοῖς Μυτιληναίοις, Κλέων ὁ δημαγωγός, ὠμὸς ὢν τὸν τρόπον καὶ βίαιος, παρώξυνε τὸν δῆμον, ἀποφαινόμενος δεῖν τοὺς Μυτιληναίους αὐτοὺς μὲν ἡβηδὸν ἅπαντας ἀποκτεῖναι, τέκνα δὲ καὶ γυναῖκας ἐξανδραποδίσασθαι.
アテナイでは、民衆がミュティレネ人をどのように扱うべきかを審議していたが、民衆指導者クレオンは、冷酷かつ暴力的な人物であり、ミュティレネ人の大人の男はすべて一人残らず殺害し、子どもと女性は奴隷に売るべきだとして民衆を煽り立てた。
§12.55.9τέλος δὲ πεισθέντων τῶν Ἀθηναίων κατὰ τὴν γνώμην τε τοῦ Κλέωνος ψηφισαμένων, ἀπεστάλησαν εἰς τὴν Μυτιλήνην οἱ τὰ δοχθέντα τῷ δήμῳ δηλώσοντες τῷ στρατηγῷ.
最終的にアテナイ人は説得され、クレオンの意見に従って決議したため、民衆が決定したことを将軍に伝える者たちがミュティレネへと派遣された。
§12.55.10τοῦ δὲ Πάχητος ἀναγνόντος τὸ ψήφισμα ἦλθεν ἐναντίον τῷ προτέρῳ ἕτερον.
パケスが決議文を読み上げたとき、先の決定とは反対の別の決議文が届いた。
ὁ δὲ Πάχης γνοὺς τὴν μετάνοιαν τῶν Ἀθηναίων ἐχάρη, καὶ τοὺς Μυτιληναίους συναγαγὼν εἰς ἐκκλησίαν ἀπέλυσε τῶν ἐγκλημάτων, ἅμα δὲ καὶ τῶν μεγίστων φόβων.
パケスはアテナイ人の翻意を知って喜び、ミュティレネ人たちを集会に集めると、彼らを罪から、同時にまた最大の恐怖から解放した。
Ἀθηναῖοι δὲ τῆς Μυτιλήνης τὰ τείχη περιελόντες τὴν Λέσβον ὅλην πλὴν τῆς Μηθυμναίων χώρας κατεκληρούχησαν.
アテナイ人はミュティレネの城壁を取り壊し、メテュムナ人の土地を除くレスボス島全体を分配した。
ἡ μὲν οὖν Λεσβίων ἀπόστασις ἀπʼ Ἀθηναίων τοιοῦτον ἔσχε τὸ τέλος.
こうして、レスボス人のアテナイからの離反は、このような顛末を迎えた。