§12.54.1Ἀθηναῖοι δὲ καὶ πάλαι μὲν ἦσαν ἐπιθυμηταὶ τῆς Σικελίας διὰ τὴν ἀρετὴν τῆς χώρας, καὶ τότε δʼ ἀσμένως προσδεξάμενοι τοὺς τοῦ Γοργίου λόγους ἐψηφίσαντο συμμαχίαν ἐκπέμπειν τοῖς Λεοντίνοις, πρόφασιν μὲν φέροντες τὴν τῶν συγγενῶν χρείαν καὶ δέησιν, τῇ δʼ ἀληθείᾳ τὴν νῆσον σπεύδοντες κατακτήσασθαι.
アテナイ人は、以前からその土地の豊かさのゆえにシケリアを望んでいたが、この時もゴルギアスの弁論を喜んで受け入れて、レオンティノイ人たちに同盟の軍を派遣することを議決した。 彼らは、口実としては親族の必要と懇願を掲げながらも、実際にはその島を手に入れることを熱望していたのである。
§12.54.2καὶ γὰρ οὐ πολλοῖς ἔτεσι πρότερον τῶν τε Κορινθίων καὶ τῶν Κερκυραίων διαπολεμούντων μὲν πρὸς ἀλλήλους, φιλοτιμηθέντων δʼ ἀμφοτέρων συμμάχους λαβεῖν τοὺς Ἀθηναίους, προέκρινεν ὁ δῆμος συμμαχεῖν τοῖς Κερκυραίοις διὰ τὸ τὴν Κέρκυραν εὐφυῶς κεῖσθαι πρὸς τὸν εἰς Σικελίαν πλοῦν.
というのも、それより数年前に、コリントス人とケルキュラ人が互いに戦争をしており、双方がアテナイ人を同盟者として得ようと競い合っていたとき、民衆は、ケルキュラがシケリアへの航路に対して好都合な位置にあるという理由のために、ケルキュラ人と同盟することを選んだからである。
§12.54.3καθόλου γὰρ οἱ Ἀθηναῖοι κατακτησάμενοι τὴν τῆς θαλάττης ἡγεμονίαν καὶ μεγάλας πράξεις ἐπιτελεσάμενοι συμμάχων τε πολλῶν εὐπόρουν καὶ δυνάμεις μεγίστας ἐκέκτηντο καὶ χρημάτων τε πλῆθος ἕτοιμον παρέλαβον, μετακομίσαντες ἐκ Δήλου τὰ κοινὰ χρήματα τῶν Ἑλλήνων, ὄντα πλείω τῶν μυρίων ταλάντων, ἡγεμόσι τε μεγάλοις καὶ διὰ στρατηγίαν δεδοκιμασμένοις ἐχρήσαντο, καὶ διὰ τούτων ἁπάντων ἤλπιζον καταπολεμήσειν μὲν τοὺς Λακεδαιμονίους, πάσης δὲ τῆς Ἑλλάδος τὴν ἡγεμονίαν περιπεποιημένοι ἀνθέξεσθαι τῆς Σικελίας.
総じてアテナイ人は、海の覇権を手に入れ、偉大な業績を成し遂げたので、多くの同盟国に恵まれ、最大の軍事力を所有し、デロスからギリシア人の共有資金である1万タラントン以上の多額の資金を移送してすぐに使える手元に置いていた。 また、偉大で将軍としての力量を証明された指揮官たちを擁しており、これらすべてのことによってスパルタ人を打ち負かし、全ギリシアの覇権を手中に収めた上で、シケリアの支配へと手を伸ばすことができると期待していたのである。
§12.54.4διὰ ταύτας οὖν τὰς αἰτίας ψηφισάμενοι βοηθεῖν τοῖς Λεοντίνοις ἐξέπεμψαν εἰς τὴν Σικελίαν ναῦς εἴκοσι καὶ στρατηγοὺς Λάχητα καὶ Χαροιάδην.
そこで、これらの理由のために彼らはレオンティノイ人を援助することを議決して、シケリアへ20隻の船と、将軍ラケスおよびカロイアデスを派遣した。
οὗτοι δὲ πλεύσαντες εἰς τὸ Ῥήγιον προσελάβοντο ναῦς εἴκοσι παρὰ τῶν Ῥηγίνων καὶ τῶν ἄλλων Χαλκιδέων ἀποίκων.
彼らはレギオンへと航行し、レギオン人や他のカルキス人植民者からさらに20隻の船を受け取った。
ἐντεῦθεν δʼ ὁρμώμενοι τὸ μὲν πρῶτον τὰς Λιπαραίων νήσους κατέδραμον διὰ τὸ συμμαχεῖν τοὺς Λιπαραίους τοῖς Συρακοσίοις, μετὰ δὲ ταῦτα ἐπὶ Λοκροὺς πλεύσαντες καὶ πέντε νεῶν Λοκρίδων κυριεύσαντες, Μύλας φρούριον ἐπολιόρκησαν.
そこを拠点として、彼らはまず、リパラ人たちがシラクサ人と同盟を結んでいたという理由のために、リパラ諸島を襲撃した。 その後、ロクロイへと航行してロクロイの船5隻を拿捕すると、ミュライの砦を包囲した。
§12.54.5ἐπιβοηθησάντων δὲ τῶν πλησιοχώρων Σικελιωτῶν τοῖς Μυλαίοις ἐγένετο μάχη, καθʼ ἣν Ἀθηναῖοι νικήσαντες ἀπέκτειναν μὲν πλείους τῶν χιλίων, ἐζώγρησαν δὲ οὐκ ἐλάττους τῶν ἑξακοσίων·
近隣のシケリア人たちがミュライ人を救援するために駆けつけたため戦闘が起こり、この戦いでアテナイ人は勝利して1000人以上を討ち、600人を下らない者たちを生け捕りにした。
εὐθὺς δὲ καὶ τὸ φρούριον ἐκπολιορκήσαντες κατέσχον.
そして直ちに、その砦も攻め落として占領した。
§12.54.6τούτων δὲ πραττομένων κατέπλευσαν νῆες τετταράκοντα, ἃς ἀπέστειλεν ὁ δῆμος, κρίνων γενναιότερον ἅπτεσθαι τοῦ πολέμου·
これらのことが行われている間に、アテナイの民衆が戦争により本格的に取り組むべきだと判断して派遣した40隻の船が到着した。
ἡγεῖτο δʼ αὐτῶν Εὐρυμέδων καὶ Σοφοκλῆς.
それらを率いていたのはエウリュメドンとソポκレスであった。
ἀθροισθεισῶν δὲ τῶν τριήρων εἰς ἕνα τόπον ἀξιόλογος ἤδη στόλος κατεσκεύαστο, συγκείμενος ἐκ τριήρων ὀγδοήκοντα.
三段櫂船が1か所に集められると、80隻の三段櫂船からなる、今や注目に値する大艦隊が整った。
§12.54.7τοῦ δὲ πολέμου χρονίζοντος οἱ Λεοντῖνοι διαπρεσβευσάμενοι πρὸς τοὺς Συρακοσίους διελύθησαν.
しかし、戦争が長引く中、レオンティノイ人たちは使節を交渉させてシラクサ人と和解した。
διόπερ αἱ μὲν τῶν Ἀθηναίων τριήρεις ἀπέπλευσαν εἰς τὴν οἰκείαν, οἱ δὲ Συρακόσιοι τοῖς Λεοντίνοις μεταδόντες τῆς πολιτείας ἅπαντας Συρακοσίους ἐποίησαν, καὶ τὴν πόλιν φρούριον ἀπέδειξαν τῶν Συρακοσίων.
そのため、アテナイ人の三段櫂船は本国へと出帆し、一方のシラクサ人はレオンティノイ人に市民権を与えて全員をシラクサ市民とし、その都市をシラクサの防衛拠点とした。
καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.
シケリアにおける情勢は、このようなものであった。