§12.5.1ἐπʼ ἄρχοντος δὲ Ἀθήνησι Φιλίσκου Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Ῥωμίλιον Οὐατικανὸν καὶ Γάιον Οὐετούριον Κιχώριον, Ἠλεῖοι δὲ ἤγαγον Ὀλυμπιάδα τρίτην πρὸς ταῖς ὀγδοήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Κρίσων Ἱμεραῖος.
アテナイでフィリスコスがアルコンであったとき、ローマ人はティトゥス・ロミリウス・ウァティカヌスとガイウス・ウェトゥリウス・キコリオスを執政官に任命し、エレイア人は第八十三回オリンピア競技会を開催したが、この大会ではヒメラのクリソンがスタディオン競走で優勝した。
§12.5.2ἐπὶ δὲ τούτων Μεγαρεῖς μὲν ἀπέστησαν ἀπὸ Ἀθηναίων, καὶ πρὸς Λακεδαιμονίους διαπρεσβευσάμενοι συμμαχίαν ἐποίησαν·
彼らの任期中、メガラ人はアテナイ人から離反し、ラケダイモン人に使節を送って同盟を結んだ。
οἱ δὲ Ἀθηναῖοι παροξυνθέντες ἐξέπεμψαν στρατιώτας εἰς τὴν τῶν Μεγαρέων χώραν, καὶ τὰς κτήσεις διαρπάσαντες πολλῆς ὠφελείας κύριοι κατέστησαν.
アテナイ人はこれに激怒して、メガラ人の領土へ兵士を派遣し、財産を略奪して多くの戦利品を手に入れた。
τῶν δʼ ἐκ τῆς πόλεως βοηθούντων τῇ χώρᾳ συνέστη μάχη, καθʼ ἣν οἱ Ἀθηναῖοι νικήσαντες συνεδίωξαν τοὺς Μεγαρεῖς ἐντὸς τῶν τειχῶν.
都市から領土を救援するために出撃したことで戦闘が起こり、その戦闘においてアテナイ人は勝利を収め、メガラ人を城壁の内側まで追いつめた。