§12.5.1ἐπʼ ἄρχοντος δὲ Ἀθήνησι Φιλίσκου Ῥωμαῖοι κατέστησαν ὑπάτους Τίτον Ῥωμίλιον Οὐατικανὸν καὶ Γάιον Οὐετούριον Κιχώριον, Ἠλεῖοι δὲ ἤγαγον Ὀλυμπιάδα τρίτην πρὸς ταῖς ὀγδοήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Κρίσων Ἱμεραῖος.
When Philiscus was archon in Athens, the Romans established Titus Romilius Vaticanus and Gaius Veturius Cichorius as consuls, and the Eleans celebrated the eighty-third Olympiad, in which Crison of Himera won the stadion.
§12.5.2ἐπὶ δὲ τούτων Μεγαρεῖς μὲν ἀπέστησαν ἀπὸ Ἀθηναίων, καὶ πρὸς Λακεδαιμονίους διαπρεσβευσάμενοι συμμαχίαν ἐποίησαν· οἱ δὲ Ἀθηναῖοι παροξυνθέντες ἐξέπεμψαν στρατιώτας εἰς τὴν τῶν Μεγαρέων χώραν, καὶ τὰς κτήσεις διαρπάσαντες πολλῆς ὠφελείας κύριοι κατέστησαν.
During their term, the Megarians revolted from the Athenians, and having sent ambassadors to the Lacedaemonians, they made an alliance; but the Athenians, being provoked, sent soldiers into the territory of the Megarians, and having plundered their properties, they made themselves masters of much booty.
τῶν δʼ ἐκ τῆς πόλεως βοηθούντων τῇ χώρᾳ συνέστη μάχη, καθʼ ἣν οἱ Ἀθηναῖοι νικήσαντες συνεδίωξαν τοὺς Μεγαρεῖς ἐντὸς τῶν τειχῶν.
When those from the city came to help the territory, a battle ensued, in which the Athenians, having won the victory, pursued the Megarians within their walls.