§12.4.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Πεδιέως Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον Λακτοῦκαν καὶ Σπόριον Οὐεργίνιον Τρίκοστον.
アテナイでペディエウスがアルコンであったとき、ローマ人はマルクス・ウァレリウス・ラクトゥカとスポリウス・ウェルギニウス・トリコストゥスを執政官に任命した。
ἐπὶ δὲ τούτων Κίμων ὁ τῶν Ἀθηναίων στρατηγὸς θαλαττοκρατῶν ἐχειροῦτο τὰς κατὰ τὴν Κύπρον πόλεις.
彼らの任期中、アテナイ人の将軍キモンは、制海権を握りつつ、キプロス各地の都市を制圧していった。
ἐν δὲ τῇ Σαλαμῖνι Περσικῆς φρουρᾶς οὔσης ἀξιολόγου, καὶ βελῶν καὶ ὅπλων παντοδαπῶν, ἔτι δὲ σίτου καὶ τῆς ἄλλης παρασκευῆς γεμούσης τῆς πόλεως, ἔκρινε συμφέρειν ταύτην ἐκπολιορκῆσαι.
しかし、サラミスにはかなりの規模のペルシアの守備隊がおり、都市があらゆる種類の飛び道具や武具、さらには食糧やその他の軍需資材に満ちていたため、彼はこの都市を包囲攻略することが有益であると判断した。
§12.4.2οὕτω γὰρ ὑπελάμβανε μάλιστα τῆς τε Κύπρου πάσης ῥᾳδίως κυριεύσειν καὶ τοὺς Πέρσας καταπλήξεσθαι, βοηθεῖν μὲν τοῖς Σαλαμινίοις μὴ δυναμένους διὰ τὸ θαλαττοκρατεῖν τοὺς Ἀθηναίους, ἐγκαταλιπόντας δὲ τοὺς συμμάχους καταφρονηθήσεσθαι, καθόλου δὲ τὸν ὅλον πόλεμον κριθήσεσθαι τῆς Κύπρου πάσης βίᾳ χειρωθείσης·
というのも、そうすれば何よりもキプロス全土を容易に支配下に置くことができ、またペルシア人を畏怖させることができると彼は考えていたからである。 すなわち、アテナイ人が制海権を握っているためにペルシア人はサラミス市民を救援することができず、同盟者たちを見捨てることになって軽蔑されることになるだろうし、全体として、キプロス全土が武力によって制圧されれば戦争全体が決着するだろう、と考えたのである。
ὅπερ καὶ συνέβη γενέσθαι.
そして、まさにその通りのことが起こった。
§12.4.3οἱ μὲν γὰρ Ἀθηναῖοι συστησάμενοι πολιορκίαν πρὸς τῇ Σαλαμῖνι καθʼ ἡμέραν προσβολὰς ἐποιοῦντο, οἱ δʼ ἐν τῇ πόλει στρατιῶται, ἔχοντες βέλη καὶ παρασκευήν, ῥᾳδίως ἀπὸ τῶν τειχῶν ἠμύνοντο τοὺς πολιορκοῦντας.
アテナイ人はサラミスに対して包囲網を築き、日々攻撃を加えたが、都市の中の兵士たちは、飛び道具や軍需資材を有していたため、城壁から容易に包囲側を撃退していた。
§12.4.4Ἀρταξέρξης δὲ ὁ βασιλεὺς πυθόμενος τὰ περὶ τὴν Κύπρον ἐλαττώματα, καὶ βουλευσάμενος μετὰ τῶν φίλων περὶ τοῦ πολέμου, ἔκρινε συμφέρειν εἰρήνην συνθέσθαι πρὸς τοὺς Ἕλληνας.
王アルタクセtargetクセスは、キプロスでの敗北を知り、友人たちと戦争について協議した結果、ギリシア人と平和条約を結ぶことが有益であると判断した。
ἔγραψε τοίνυν τοῖς περὶ Κύπρον ἡγεμόσι καὶ σατράπαις, ἐφʼ οἷς ἂν δύνωνται συλλύσασθαι πρὸς τοὺς Ἕλληνας.
そこで彼はキプロス周辺の将軍やサトラップたちに対し、可能な条件でギリシア人と和平を結ぶよう書状を送った。
§12.4.5διόπερ οἱ περὶ τὸν Ἀρτάβαζον καὶ Μεγάβυζον ἔπεμψαν εἰς τὰς Ἀθήνας πρεσβευτὰς τοὺς διαλεξομένους περὶ συλλύσεως.
そのため、アルタバゾスとメガビュゾスの一行は、和平について交渉するためにアテナイに使節を派遣した。
ὑπακουσάντων δὲ τῶν Ἀθηναίων καὶ πεμψάντων πρέσβεις αὐτοκράτορας, ὧν ἡγεῖτο Καλλίας ὁ Ἱππονίκου, ἐγένοντο συνθῆκαι περὶ τῆς εἰρήνης τοῖς Ἀθηναίοις καὶ τοῖς συμμάχοις πρὸς τοὺς Πέρσας, ὧν ἐστι τὰ κεφάλαια ταῦτα·
アテナイ人がこれに応じ、ヒッポニコスの子カリアスを筆頭とする全権大使を派遣すると、アテナイ人および同盟国とペルシア人との間で和平条約が成立した。 その要点は以下の通りである。
αὐτονόμους εἶναι τὰς κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις ἁπάσας, τοὺς δὲ τῶν Περσῶν σατράπας μὴ καταβαίνειν ἐπὶ θάλατταν κατωτέρω τριῶν ἡμερῶν ὁδόν, μηδὲ ναῦν μακρὰν πλεῖν ἐντὸς Φασήλιδος καὶ Κυανέων·
アジアのすべてのギリシア人都市は自治を行うこと、ペルシアのサトラップたちは海に向かって三日の道のりより近くには下ってこないこと、また軍船はファセリスとキュアネアイの内側を航行しないこと。
ταῦτα δὲ τοῦ βασιλέως καὶ τῶν στρατηγῶν ἐπιτελούντων, μὴ στρατεύειν Ἀθηναίους εἰς τὴν χώραν, ἧς βασιλεὺς ἄρχει.
そして王と将軍たちがこれらの条項を履行する限り、アテナイ人は王が支配する領土へ遠征を行わないこと。
§12.4.6συντελεσθεισῶν δὲ τῶν σπονδῶν Ἀθηναῖοι τὰς δυνάμεις ἀπήγαγον ἐκ τῆς Κύπρου, λαμπρὰν μὲν νίκην νενικηκότες, ἐπιφανεστάτας δὲ συνθήκας πεποιημένοι.
条約が締結されると、アテナイ人は輝かしい勝利を収め、極めて顕著な条約を結んだ上で、キプロスから軍を撤退させた。
συνέβη δὲ καὶ τὸν Κίμωνα περὶ τὴν Κύπρον διατρίβοντα νόσῳ τελευτῆσαι.
また、キモンがキプロスに滞在している間に病に倒れて亡くなるということも起こった。