§12.48.1περὶ δὲ τοὺς αὐτοὺς χρόνους Φορμίων ὁ τῶν Ἀθηναίων στρατηγὸς ἔχων εἴκοσι τριήρεις περιέτυχε ναυσὶ Λακεδαιμονίων ἑπτὰ πρὸς ταῖς τετταράκοντα.
ほぼ同じ頃、アテナイ人の将軍フォルミオンは20隻の三段櫂船を率いて、ラケダイモン人の47隻の船に遭遇した。
ναυμαχήσας δὲ πρὸς ταύτας τήν τε στρατηγίδα ναῦν τῶν πολεμίων κατέδυσε καὶ τῶν ἄλλων πολλὰς ἄπλους ἐποίησε, δώδεκα δὲ αὐτάνδρους εἷλε, τὰς δὲ λοιπὰς μέχρι τῆς γῆς κατεδίωξεν.
これらと海戦を交え、彼は敵の旗艦を沈め、他の船の多くを航行不能にし、12隻を乗組員ごと拿捕し、残りの船を陸地まで追跡した。
οἱ δὲ Λακεδαιμόνιοι παρʼ ἐλπίδας ἡττηθέντες ταῖς ὑπολειφθείσαις ναυσὶν ἔφυγον εἰς Πάτρας τῆς Ἀχαΐας.
ラケダイモン人は予期せぬ敗北を喫し、生き残った船でアカイアのパトライへと逃れた。
αὕτη μὲν οὖν ἡ ναυμαχία συνέστη περὶ τὸ Ῥίον καλούμενον.
こうして、この海戦はリオンと呼ばれる場所の周辺で起こった。
οἱ δʼ Ἀθηναῖοι τρόπαιον στήσαντες καὶ τῷ Ποσειδῶνι περὶ τὸν πορθμὸν ναῦν καθιερώσαντες ἀπέπλευσαν εἰς πόλιν συμμαχίδα Ναύπακτον.
アテナイ人は戦勝記念碑を建て、海峡の近くでポセイドンに1隻の船を捧げて、同盟都市であるナウパクトスへと船で去った。
§12.48.2Λακεδαιμόνιοι δʼ ἑτέρας ναῦς ἐξέπεμψαν εἰς τὰς Πάτρας.
一方、ラケダイモン人はパトライへ別の船を派遣した。
αὗται δὲ προσλαβόμεναι τὰς ἐκ τῆς ναυμαχίας περιλελειμμένας τριήρεις ἠθροίσθησαν εἰς τὸ Ῥίον·
これらの船は海戦から生き残った三段櫂船を合流させ、リオンに集結した。
εἰς τὸν αὐτὸν δὲ τόπον καὶ τὸ πεζὸν στρατόπεδον τῶν Πελοποννησίων κατήντησε καὶ πλησίον τοῦ στόλου κατεστρατοπέδευσε.
同じ場所にペロポネソス人の歩兵部隊も到着し、艦隊の近くに宿営した。
§12.48.3Φορμίων δὲ τῇ προγεγενημένῃ νίκῃ φρονηματισθεὶς ἐτόλμησεν ἐπιθέσθαι ταῖς πολεμίαις ναυσὶν οὔσαις πολλαπλασίαις·
フォルミオンは先の勝利によって意気盛んになり、数倍にも及ぶ敵船に攻撃を仕掛けるという大胆な行動に出た。
καί τινας αὐτῶν καταδύσας καὶ τῶν ἰδίων ἀποβαλὼν ἀμφίδοξον ἔσχε τὴν νίκην.
そして、それらのうちの数隻を沈め、自身の船も何隻か失ったものの、どちらとも決定しがたい勝利を得た。
μετὰ δὲ ταῦτα Ἀθηναίων ἀποστειλάντων εἴκοσι τριήρεις, οἱ Λακεδαιμόνιοι φοβηθέντες ἀπέπλευσαν εἰς τὴν Κόρινθον, οὐ τολμῶντες ναυμαχεῖν.
この後、アテナイ人が20隻の三段櫂船を派遣すると、ラケダイモン人は恐れてコリントスへと退却し、海戦を挑もうとはしなかった。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
こうして、これらのことがこの年のうちに実行された。