§12.46.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἐπαμείνονος Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Παπίριον καὶ Αὖλον Κορνήλιον Μακερῖνον.
アテナイでエパメイノンがアルコンを務めていた時、ローマ人はルキウス・パピリウスとアウルス・コルネリウス・マケリヌスを執政官に任命した。
ἐπὶ δὲ τούτων ἐν μὲν ταῖς Ἀθήναις Περικλῆς ὁ στρατηγὸς ἐτελεύτησεν, ἀνὴρ γένει καὶ πλούτῳ, πρὸς δὲ τούτοις δεινότητι λόγου καὶ στρατηγίᾳ πολὺ προέχων τῶν πολιτῶν.
彼らの任期中に、アテナイでは将軍ペリクレスが没した。 彼は、家柄と富において、さらにこれらに加えて雄弁さと将軍としての才能において、市民たちを遥かに凌駕する人物であった。
§12.46.2ὁ δὲ δῆμος φιλοτιμούμενος κατὰ κράτος ἑλεῖν τὴν Ποτίδαιαν, ἐξαπέστειλεν Ἅγνωνα στρατηγὸν ἔχοντα τὴν δύναμιν ἣν πρότερον εἶχε Περικλῆς.
民衆はポティダイアを力ずくで奪取することを熱望し、かつてペリクレスが率いていた軍勢を率いる将軍としてハグノンを派遣した。
οὗτος δὲ μετὰ παντὸς τοῦ στόλου καταπλεύσας εἰς τὴν Ποτίδαιαν παρεσκευάσατο τὰ πρὸς τὴν πολιορκίαν·
彼は全艦隊とともにポティダイアに到着すると、包囲戦の準備を整えた。
μηχανάς τε γὰρ παντοδαπὰς παρεσκεύασε πολιορκητικὰς καὶ ὅπλων καὶ βελῶν πλῆθος, ἔτι δὲ σίτου δαψίλειαν ἱκανὴν πάσῃ τῇ δυνάμει.
すなわち、彼はあらゆる種類の攻城兵器、多数の武具と投射兵器、さらに全軍勢に十分な豊富な食糧を用意したのである。
προσβολὰς δὲ ποιούμενος συνεχεῖς καθʼ ἑκάστην ἡμέραν διέτριβε πολὺν χρόνον, οὐ δυνάμενος ἑλεῖν τὴν πόλιν.
彼は毎日連続して攻撃を仕掛けながら長い時間を費やしたが、都市を奪取することはできなかった。
§12.46.3οἱ μὲν γὰρ πολιορκούμενοι διὰ τὸν ἐκ τῆς ἁλώσεως φόβον ἐρρωμένως ἠμύνοντο καὶ ταῖς ὑπεροχαῖς τῶν τειχῶν πεποιθότες ἐπλεονέκτουν τοὺς ἐκ τοῦ λιμένος·
包囲されている人々は、陥落への恐怖から頑強に防戦し、城壁の高さによる優位性を頼みにして、港からの包囲軍に対して有利に戦った。
ἡ δὲ νόσος τοὺς πολιορκοῦντας συνέχουσα πολλοὺς ἀνῄρει, καὶ τὸ στρατόπεδον ἀθυμία κατεῖχεν.
しかし、疫病が包囲する者たちを襲って多くの人々を死に至らしめ、軍営には落胆が支配した。
§12.46.4ὁ δʼ Ἅγνων εἰδὼς τοὺς Ἀθηναίους δεδαπανηκότας εἰς τὴν πολιορκίαν πλείω τῶν χιλίων ταλάντων καὶ χαλεπῶς διακειμένους πρὸς τοὺς Ποτιδαιάτας διὰ τὸ πρώτους ἀποστῆναι πρὸς τοὺς Λακεδαιμονίους, ἐφοβεῖτο λῦσαι τὴν πολιορκίαν·
ハグノンは、アテナイ人が包囲戦に1000タラントン以上を費やしており、かつ、最初にラケダイモン人の側へと離反したためにポティダイア人に対して苛酷な感情を抱いていることを知っていたので、包囲を解くことを恐れた。
διόπερ ἠναγκάζετο διακαρτερεῖν καὶ τοὺς στρατιώτας ἀναγκάζειν παρὰ δύναμιν βίαν προσάγειν τῇ πόλει.
それゆえ、彼は耐え忍ぶことを余余儀なくされ、兵士たちに限界を超えて都市に猛攻を加えるよう強制した。
§12.46.5ἐπεὶ δὲ τῶν πολιτῶν πολλοὶ διεφθείροντο κατὰ τὰς προσβολὰς καὶ κατὰ τὴν ἐκ τοῦ λοιμοῦ νόσον, ἀπολιπὼν μέρος τῆς δυνάμεως ἐπὶ τῆς πολιορκίας ἀπέπλευσεν εἰς τὰς Ἀθήνας, ἀποβεβληκὼς τῶν στρατιωτῶν πλείους τῶν χιλίων.
しかし、多くの市民が攻撃の際や疫病によって斃れたため、彼は包囲のために軍勢の一部を残して、兵士のうち1000人以上を失った状態でアテナイへと出帆した。
§12.46.6ἀπελθόντων δὲ τούτων οἱ Ποτιδαιᾶται, τοῦ τε σίτου παντελῶς ἐκλιπόντος καὶ τῶν κατὰ τὴν πόλιν ἀθυμούντων, ἐπεκηρυκεύσαντο πρὸς τοὺς πολιορκοῦντας περὶ διαλύσεως.
彼らが去った後、ポティダイア人は、食糧が完全に底を突き、市内の人々が意気消沈していたため、包囲している側に対して和解の交渉を申し入れた。
ἀσμένως δὲ κἀκείνων προσδεξαμένων διαλύσεις ἐποιήσαντο τοιαύτας, ἀπελθεῖν ἐκ τῆς πόλεως ἅπαντας τοὺς Ποτιδαιάτας, ἄλλο μὲν μηθὲν λαβόντας, ἔχοντας δὲ τοὺς μὲν ἄνδρας ἱμάτιον ἕν, τὰς δὲ γυναῖκας δύο.
相手側も喜んでこれを受け入れたため、彼らは以下のような条件で和解を成立させた。 すなわち、ポティダイア人は全員が都市から退去すること、他には何も持ち出さないこと、ただし男は上着を1着、女は2着携えること。
§12.46.7γενομένων δὲ τούτων τῶν σπονδῶν οἱ μὲν Ποτιδαιᾶται πάντες μετὰ γυναικῶν καὶ τέκνων ἐξέλιπον τὴν πατρίδα κατὰ τὰς συνθήκας, καὶ παρελθόντες εἰς τοὺς ἐπὶ Θρᾴκης Χαλκιδεῖς παρʼ αὐτοῖς κατῴκησαν·
この条約が成立すると、ポティダイア人は全員、妻や子供たちとともに、条約に従って祖国を去り、トラキア地方のカルキディケス人のもとへと赴き、彼らのもとに移住した。
οἱ δʼ Ἀθηναῖοι τῶν πολιτῶν εἰς χιλίους οἰκήτορας ἐξέπεμψαν εἰς τὴν Ποτίδαιαν, καὶ τήν τε πόλιν καὶ τὴν χώραν κατεκληρούχησαν.
アテナイ人は市民の中から約1000人の入植者をポティダイアに派遣し、都市と土地を分配した。