§12.43.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀπολλοδώρου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Γεγάνιον καὶ Λούκιον Σέργιον.
アテナイでアポロドロスがアルコーンであった時、ローマ人はマルクス・ゲガニウスとルキウス・セルギウスを執政官に任命した。
ἐπὶ δὲ τούτων ὁ τῶν Ἀθηναίων στρατηγὸς οὐ διέλιπε τὴν μὲν χώραν τῶν Πελοποννησίων λεηλατῶν καὶ καταφθείρων, τὰ δὲ φρούρια πολιορκῶν·
彼らの任期において、アテナイ人の将軍は、ペロポネソス人の土地を略奪し荒廃させ、要塞を包囲することをやめなかった。
προσγενομένων δὲ αὐτῷ πεντήκοντα τριήρων ἐκ τῆς Κερκύρας, πολὺ μᾶλλον ἐπόρθει τὴν Πελοποννησίων χώραν, καὶ μάλιστα τῆς παραθαλαττίου τὴν καλουμένην Ἀκτὴν ἐδῄου καὶ τὰς ἐπαύλεις ἐνεπύριζε.
さらに、ケルキュラから五十隻の三段櫂船が彼に加わると、彼はペロポネソス人の土地をはるかに激しく略奪し、特に沿岸地方のいわゆるアクテと呼ばれる地域を荒廃させ、農家を焼き払った。
§12.43.2μετὰ δὲ ταῦτα πλεύσας ἐπὶ Μεθώνην τῆς Λακωνικῆς, τήν τε χώραν κατέσυρε καὶ τῇ πόλει προσβολὰς ἐποιεῖτο.
この後、ラコニケのメトネに向けて航行し、その土地を荒らし回り、市に攻撃を加えた。
ἔνθα δὴ Βρασίδας ὁ Σπαρτιάτης, νέος μὲν ὢν τὴν ἡλικίαν, ἀλκῇ δὲ καὶ ἀνδρείᾳ διαφέρων, ὁρῶν τὴν Μεθώνην κινδυνεύουσαν ἐκ βίας ἁλῶναι, παραλαβών τινας τῶν Σπαρτιατῶν διὰ μέσου τῶν πολεμίων ἐσκεδασμένων ἐτόλμησε διεκπερᾶσαι, καὶ πολλοὺς ἀνελὼν παρεισέπεσεν εἰς τὸ χωρίον.
そこで、スパルタ人のブラシダスは、年齢は若かったものの、武勇と勇気において傑出しており、メトネが力づくで攻略される危険に瀕しているのを見て、数名のスパルタ人を引き連れて、分散していた敵の間をあえて突破し、多くの者を殺害してその地に駆け入った。
§12.43.3γενομένης δὲ πολιορκίας, καὶ τοῦ Βρασίδου λαμπρότατα κινδυνεύσαντος, Ἀθηναῖοι μὲν οὐ δυνάμενοι τὸ χωρίον ἑλεῖν ἀπεχώρησαν πρὸς τὰς ναῦς, Βρασίδας δὲ διασεσωκὼς τὴν Μεθώνην διὰ τῆς ἰδίας ἀρετῆς καὶ ἀνδρείας ἀποδοχῆς ἔτυχε παρὰ τοῖς Σπαρτιάταις.
包囲戦が行われ、ブラシダスが極めて華々しく危険に身をさらして戦ったため、アテナイ人はその地を攻略することができず船へと退却した。 一方、ブラシダスは自らの徳と勇気によってメトネを救い出し、スパルタ人たちの間で称賛を得た。
διὰ δὲ τὴν ἀνδραγαθίαν ταύτην φρονηματισθείς, πολλάκις ἐν τοῖς ὕστερον χρόνοις παραβόλως ἀγωνιζόμενος μεγάλην δόξαν ἀνδρείας ἀπηνέγκατο.
この武勇によって自信を深めた彼は、その後の時代において、しばしば危険を顧みずに戦い、勇気に関する大きな名声を獲得した。
§12.43.4Ἀθηναῖοι δὲ περιπλεύσαντες εἰς τὴν Ἠλείαν τήν τε χώραν ἐπόρθουν καὶ Φειὰν χωρίον Ἠλείων ἐπολιόρκουν.
アテナイ人はエリス地方へと回航し、その土地を略奪し、エリス人の地であるペイアを包囲した。
ἐκβοηθησάντων δὲ τῶν Ἠλείων, μάχῃ τε ἐνίκησαν καὶ πολλοὺς ἀποκτείναντες τῶν πολεμίων εἷλον τὰς Φειὰς κατὰ κράτος.
エリス人が救援に出撃したものの、彼らは戦闘で勝利し、多くの敵を殺害してペイアを力づくで攻略した。
§12.43.5μετὰ δὲ ταῦτα τῶν Ἠλείων πανδημεὶ παραταξαμένων ἀπεκρούσθησαν εἰς τὰς ναῦς·
この後、エリス人が総動員で戦列を整えると、彼らは船へと撃退された。
εἶτʼ ἀποπλεύσαντες εἰς τὴν Κεφαλληνίαν, καὶ τοὺς ταύτην κατοικοῦντας εἰς τὴν συμμαχίαν προσαγαγόμενοι, τὸν εἰς τὰς Ἀθήνας πλοῦν ἐποιήσαντο.
その後、ケファレニアへと航行し、そこに居住する人々を同盟に引き入れると、アテナイへの帰路についた。