§12.41.1αἰτίαι μὲν οὖν τοῦ Πελοποννησιακοῦ πολέμου τοιαῦταί τινες ὑπῆρξαν, ὡς Ἔφορος ἀνέγραψε.
こうして、エポロスが記録したように、ペロポネソス戦争のいくつかの原因が存在した。
τῶν δʼ ἡγουμένων πόλεων τοῦτον τὸν τρόπον εἰς πόλεμον ἐμπεσουσῶν, Λακεδαιμόνιοι μὲν μετὰ τῶν Πελοποννησίων συνεδρεύσαντες ἐψηφίσαντο πολεμεῖν τοῖς Ἀθηναίοις, καὶ πρὸς τὸν Περσῶν βασιλέα πρεσβεύσαντες παρεκάλουν συμμαχεῖν αὐτοῖς, καὶ τοὺς κατὰ τὴν Σικελίαν καὶ Ἰταλίαν συμμάχους διαπρεσβευσάμενοι διακοσίαις τριήρεσιν ἔπεισαν βοηθεῖν,
指導的な諸都市がこのようにして戦争に突入した中で、ラケダイモン人はペロポネソス人たちとともに会議を開き、アテナイ人と戦争することを議決し、ペルシア王のもとへ使節を送って、自分たちと同盟を結ぶよう要請した。 また、シケリアとイタリアの同盟者たちに使節を送り、二百隻の三段櫂船をもって支援することに同意させた。
§12.41.2αὐτοὶ δὲ μετὰ τῶν Πελοποννησίων τὰς πεζὰς δυνάμεις διατάξαντες καὶ τἄλλα τὰ πρὸς τὸν πόλεμον ἡτοιμασμένοι πρῶτοι τοῦ πολέμου κατήρξαντο.
彼ら自身は、ペロポネソス人とともに陸上兵力を配置し、その他戦争に必要なものを準備したうえで、真っ先に戦争を開始した。
κατὰ γὰρ τὴν Βοιωτίαν ἡ τῶν Πλαταιέων πόλις αὐτόνομος ἦν καὶ συμμαχίαν εἶχε πρὸς Ἀθηναίους.
というのも、ボイオティア地方においては、プラタイア人の市は自治を行っており、アテナイ人との同盟を有していたからである。
§12.41.3ἐν ταύτῃ τῶν πολιτῶν τινες καταλῦσαι τὴν αὐτονομίαν βουλόμενοι διελέχθησαν τοῖς Βοιωτοῖς, ἐπαγγελλόμενοι τὴν πόλιν ὑπὸ τὴν τῶν Θηβαίων τάξειν συντέλειαν καὶ παραδώσειν αὐτοῖς τὰς Πλαταιάς, ἐὰν αὐτοὶ στρατιώτας πέμψωσι τοὺς βοηθοῦντας.
この市において、市民の一部が自治を崩壊させることを望み、ボイオティア人と交渉し、もし彼らが自ら支援の兵士を送り込んでくれるならば、自分たちの市をテーバイ人の共同体の下に編入し、プラタイアを彼らに引き渡すことを約束した。
§12.41.4διὸ καὶ τῶν Βοιωτῶν ἀποστειλάντων στρατιώτας ἐπιλέκτους τριακοσίους νυκτός, οἱ προδόται τούτους παρεισαγαγόντες ἐντὸς τῶν τειχῶν κυρίους τῆς πόλεως ἐποίησαν.
それゆえ、ボイオティア人が夜間に精鋭の兵士三百人を送り込んだところ、裏切り者たちは彼らを城壁の内部へ招き入れて市の支配者とした。
§12.41.5οἱ δὲ Πλαταιεῖς βουλόμενοι τὴν πρὸς Ἀθηναίους συμμαχίαν διαφυλάττειν, τὸ μὲν πρῶτον ὑπολαβόντες πανδημεὶ τοὺς Θηβαίους παρεῖναι, διεπρεσβεύσαντο πρὸς τοὺς κατειληφότας τὴν πόλιν καὶ παρεκάλουν συνθέσθαι σπονδάς·
プラタイア人はアテナイ人との同盟を維持することを望み、最初はテーバイ人が総出で到着したと思い込んで、市を占領した者たちに使節を送り、休戦協定を結ぶよう求めた。
ὡς δʼ ἡ νὺξ παρῆλθε, κατανοήσαντες ὀλίγους ὄντας, συνεστράφησαν καὶ περὶ τῆς ἐλευθερίας ἐκθύμως ἠγωνίζοντο.
しかし、夜が明けて、彼らが少数であることを悟ると、彼らは結束し、自由のために熱心に戦った。
§12.41.6γενομένης δὲ τῆς μάχης ἐν ταῖς ὁδοῖς, τὸ μὲν πρῶτον οἱ Θηβαῖοι διὰ τὰς ἀρετὰς προεῖχον καὶ πολλοὺς τῶν ἀνθισταμένων ἀνῄρουν·
路上で戦闘が発生すると、最初はテーバイ人がその勇猛さによって優勢を保ち、抵抗する者の多くを殺害した。
τῶν δʼ οἰκετῶν καὶ τῶν παίδων ἀπὸ τῶν οἰκιῶν βαλλόντων τὰς κεραμῖδας καὶ κατατιτρωσκόντων τοὺς Θηβαίους ἐτράπησαν·
しかし、奴隷や子供たちが家々の上から瓦を投げつけ、テーバイ人たちを負傷させたため、彼らは敗走した。
καὶ τινὲς μὲν αὐτῶν ἐκπεσόντες ἐκ τῆς πόλεως διεσώθησαν, τινὲς δὲ εἰς οἰκίαν τινὰ καταφυγόντες ἠναγκάσθησαν παραδοῦναι σφᾶς αὐτούς.
そして、彼らのうち一部は市から脱出して難を逃れ、別の一部はある民家に逃げ込んだものの、降伏することを余儀なくされた。
§12.41.7οἱ δὲ Θηβαῖοι παρὰ τῶν ἐκ τῆς μάχης διασωθέντων πυθόμενοι τὰ συμβεβηκότα, παραχρῆμα πανδημεὶ κατὰ σπουδὴν ὥρμησαν.
一方、テーバイ人たちは戦闘から脱出してきた者たちから事の顛末を聞き、ただちに総出で急ぎ出発した。
διὰ δὲ τὸ παράδοξον ἀνετοίμων ὄντων τῶν κατὰ τὴν χώραν, πολλοὶ μὲν ἀνῃρέθησαν, οὐκ ὀλίγοι δὲ ζῶντες συνελήφθησαν, ἅπασα δʼ ἡ χώρα ταραχῆς καὶ διαρπαγῆς ἔγεμεν.
しかし不意の出来事であったため、地方の人々が準備を怠っていたところ、多くの者が殺害され、少なくない者が生け捕りにされ、地方の全域が混乱と略奪で満ちた。