§12.40.1περὶ δὲ τοῦ πολέμου πεφροντισμένως ἀπολογισάμενος ἐξηριθμήσατο μὲν τὸ πλῆθος τῶν συμμάχων τῇ πόλει καὶ τὴν ὑπεροχὴν τῆς ναυτικῆς δυνάμεως, πρὸς δὲ τούτοις τὸ πλῆθος τῶν μετακεκομισμένων ἐκ Δήλου χρημάτων εἰς τὰς Ἀθήνας, ἃ συνέβαινεν ἐκ τῶν φόρων ταῖς πόλεσι κοινῇ συνηθροῖσθαι·
彼は戦争について入念に計算したうえで、市にとっての同盟者の多さと海軍力の優位を数え上げ、これらに加えて、デロスからアテナイへ移送された資金の多さを指摘した。 これらの資金は、同盟諸都市から徴収された貢納金から共同で集められていたものであった。
§12.40.2κοινῶν δʼ ὄντων τῶν μυρίων ταλάντων ἀπανήλωτο πρὸς τὴν κατασκευὴν τῶν προπυλαίων καὶ τὴν Ποτιδαίας πολιορκίαν τετρακισχίλια τάλαντα·
一万タラントンの共同資金が存在していたが、そのうち四千タラントンがプロピュライアの建設とポテイダイア包囲戦のために消費されていた。
καὶ καθʼ ἕκαστον ἐνιαυτὸν ἐκ τοῦ φόρου τῶν συμμάχων ἀνεφέρετο τάλαντα τετρακόσια ἑξήκοντα.
そして毎年、同盟国の貢納金から四百六十タラントンが納入されていた。
χωρὶς δὲ τούτων τά τε πομπεῖα καὶ τὰ Μηδικὰ σκῦλα πεντακοσίων ἄξια ταλάντων ἀπεφήνατο,
これらとは別に、儀式用の器具やペルシア戦争の戦利品が、五百タラントンの価値があると彼は言明した。
§12.40.3ἔν τε τοῖς ἱεροῖς ἀπεδείκνυεν ἀναθημάτων τε πλῆθος καὶ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα ἔχειν χρυσίου πεντήκοντα τάλαντα, ὡς περιαιρετῆς οὔσης τῆς περὶ τὸν κόσμον κατασκευῆς·
また神殿においては、多くの奉納品があることや、アテナの像が五十タラントンの金を帯びていることを指摘した。 これは像の装飾部分の金が取り外し可能であるとしてであった。
καὶ ταῦτα, ἀναγκαία εἰ καταλάβοι χρεία, χρησαμένους παρὰ τῶν θεῶν πάλιν ἀποκαταστήσειν ἐν εἰρήνῃ·
そして、もし差し迫った必要性が生じたならば、これらを神々から借用して使用したのち、平和なときには再び元に戻すであろうと述べた。
τούς τε τῶν πολιτῶν βίους διὰ τὴν πολυχρόνιον εἰρήνην πολλὴν ἐπίδοσιν εἰληφέναι πρὸς εὐδαιμονίαν.
さらに、市民たちの生活は、長引く平和のために、富において大いに向上していると述べた。
§12.40.4χωρὶς δὲ τῶν χρημάτων τούτων στρατιώτας ἀπεδείκνυεν ὑπάρχειν τῇ πόλει χωρὶς συμμάχων καὶ τῶν ἐν τοῖς φρουρίοις ὄντων ὁπλίτας μὲν μυρίους καὶ δισχιλίους, τοὺς δʼ ἐν τοῖς φρουρίοις ὄντας καὶ τοὺς μετοίκους ὑπάρχειν πλείους τῶν μυρίων ἑπτακισχιλίων, τριήρεις τε τὰς παρούσας τριακοσίας.
これらの資金とは別に、同盟者や守備隊にいる者たちを除いて、一万二千人の重装歩兵が市に存在していること、また守備隊にいる者たちや在留外人が一万七千人以上存在していること、そして手元にある三段櫂船が三百隻あることを、彼は兵士の戦力として示した。
§12.40.5τοὺς δὲ Λακεδαιμονίους χρημάτων τε σπανίζειν ἀπεδείκνυε καὶ ταῖς ναυτικαῖς δυνάμεσι πολὺ λείπεσθαι τῶν Ἀθηναίων.
一方、ラケダイモン人は資金が不足しており、海軍力においてもアテナイ人よりはるかに劣っていることを、彼は示した。
ταῦτα διελθὼν καὶ παρορμήσας τοὺς πολίτας εἰς τὸν πόλεμον, ἔπεισε τὸν δῆμον μὴ προσέχειν τοῖς Λακεδαιμονίοις.
これらを詳しく説明し、市民たちを戦争へと鼓舞したうえで、彼は民衆を説得して、ラケダイモン人の要求に耳を貸さないようにさせた。
ταῦτα δὲ ῥᾳδίως συνετέλεσε διὰ τὴν δεινότητα τοῦ λόγου, διʼ ἣν αἰτίαν ὠνομάσθη Ὀλύμπιος.
彼は言論の巧みさのゆえに、このことを容易に成し遂げた。 そしてその理由によって、彼はオリンピオスと呼ばれた。
§12.40.6μέμνηται δὲ τούτων καὶ Ἀριστοφάνης ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής, γεγονὼς κατὰ τὴν τοῦ Περικλέους ἡλικίαν, ἐν τοῖσδε τοῖς τετραμέτροις,
"
ὦ λιπερνῆτες γεωργοί, τἀμά τις ξυνιέτω
ῥήματʼ, εἰ βούλεσθʼ ἀκοῦσαι τήνδʼ ὅπως ἀπώλετο.
ペリクレスの時代に生きた、初期喜劇の詩人アリストパネスも、これらのことについて、次のような四歩格の詩の中で言及している。 「おお、零落した農夫たちよ、私の言葉を理解せよ。 もしこのお方がどのようにして失われたかを聞きたいならば。
πρῶτα μὲν γὰρ αὐτῆς ἦρχε Φειδίας πράξας κακῶς,
εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχῃ τῆς τύχης,
ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος
ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ
πάντας Ἕλληνας δακρῦσαι, τούς τʼ ἐκεῖ τούς τʼ ἐνθάδε·
第一に、不運に遭遇したペイディアスが、その始まりであった。 次にペリクレスが、自分も同じ運命に見舞われることを恐れ、メガラ決議という小さな火花を投げ込んで、これほど大きな戦争を吹き起こした。 その結果、その煙であちらの者もこちらの者も、すべてのギリシア人が涙を流したのだ。
"
καὶ πάλιν ἐν ἄλλοις
"
Περικλέης οὑλύμπιος
ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα.
」また別の箇所では次のようである。 「オリンポスのごときペリクレスは、稲妻を放ち、雷鳴を轟かせ、ギリシアをかき混ぜた。
"
Εὔπολις δʼ ὁ ποιητής
"
Πειθώ τις ἐπεκάθιζεν ἐπὶ τοῖς χείλεσιν·
」また詩人エウポリスは次のように述べている。 「説得の女神がその唇に座していた。
οὕτως ἐκήλει καὶ μόνος τῶν ῥητόρων
τὸ κέντρον ἐγκατέλειπε τοῖς ἀκροωμένοις. "
このように彼は人々を魅了し、演説者の中で唯一、聴衆の心に針を刺し残したのだ。 」