§12.42.1οἱ δὲ Πλαταιεῖς διαπρεσβευσάμενοι πρὸς τοὺς Θηβαίους ἠξίουν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν καὶ ἀπολαβεῖν τοὺς αἰχμαλώτους.
しかし、プラタイア人はテーバイ人のもとに使節を送り、自分たちの土地から立ち去ること、そして捕虜を引き取ることを要求した。
διὸ καὶ τῆς συνθέσεως ταύτης γεγενημένης οἱ μὲν Θηβαῖοι τοὺς αἰχμαλώτους ἀπολαβόντες καὶ τὴν λείαν ἀποδόντες εἰς τὰς Θήβας ἀπηλλάγησαν, οἱ δὲ Πλαταιεῖς πρὸς μὲν Ἀθηναίους ἔπεμψαν πρέσβεις περὶ βοηθείας, αὐτοὶ δὲ τὰ πλεῖστα ἐκόμισαν εἰς τὴν πόλιν.
それゆえ、この協定が成立したため、テーバイ人は捕虜を受け取り、略奪品を返還してテーバイへと退却した。 一方、プラタイア人はアテナイ人のもとへ支援を求める使節を送り、彼ら自身はほとんどの財産を市の中へと運び込んだ。
§12.42.2οἱ δὲ Ἀθηναῖοι πυθόμενοι τὰ περὶ τὰς Πλαταιάς, παραχρῆμα ἐξέπεμψαν τοὺς ἱκανοὺς στρατιώτας·
アテナイ人はプラタイアでの出来事を知ると、ただちに十分な兵士を派遣した。
οὗτοι δὲ κατὰ σπουδὴν παραγενόμενοι, καὶ μὴ φθάσαντες τοὺς Θηβαίους, τὰ λοιπὰ τῶν ἀπὸ τῆς χώρας κατεκόμισαν εἰς τὴν πόλιν, καὶ τέκνα καὶ γυναῖκας καὶ τὸν ὄχλον ἀθροίσαντες ἐξαπέστειλαν εἰς τὰς Ἀθήνας.
彼らは急ぎ到着したものの、テーバイ人に先を越されてしまったため、地方に残された残りの財産を市の中に運び込み、子供や女性たち、そして群衆を集めてアテナイへと送り出した。
§12.42.3οἱ δὲ Λακεδαιμόνιοι κρίναντες καταλελύσθαι τὰς σπονδὰς ὑπὸ τῶν Ἀθηναίων, δύναμιν ἀξιόλογον ἤθροισαν ἔκ τε τῆς Λακεδαίμονος καὶ παρὰ τῶν ἄλλων Πελοποννησίων.
一方、ラケダイモン人は、アテナイ人によって条約が破棄されたと判断し、ラケダイモンおよび他のペロポネソス人から無視できない規模の軍勢を集めた。
§12.42.4συνεμάχουν δὲ τότε Λακεδαιμονίοις Πελοποννήσιοι μὲν πάντες πλὴν Ἀργείων·
当時、ラケダイモン人には、アルゴス人を除くすべてのペロポネソス人が同盟していた。
οὗτοι δʼ ἡσυχίαν εἶχον·
アルゴス人は中立を保っていた。
τῶν δʼ ἐκτὸς τῆς Πελοποννήσου Μεγαρεῖς, Ἀμβρακιῶται, Λευκάδιοι, Φωκεῖς, Βοιωτοί, Λοκροὶ τῶν μὲν πρὸς Εὔβοιαν ἐστραμμένων οἱ πλείους, τῶν δʼ ἄλλων Ἀμφισσεῖς.
ペロポネソス半島の外の者たちの中では、メガラ人、アンブラキア人、レウカス人、ポキス人、ボイオティア人、そしてロクリス人のうちエウボイアに面している者の大部分と、その他のロクリス人の中ではアンピッサ人が同盟していた。
§12.42.5τοῖς δʼ Ἀθηναίοις συνεμάχουν οἱ τὴν παράλιον τῆς Ἀσίας οἰκοῦντες Κᾶρες καὶ Δωριεῖς καὶ Ἴωνες καὶ Ἑλλησπόντιοι καὶ νησιῶται πάντες πλὴν τῶν ἐν Μήλῳ καὶ Θήρᾳ κατοικούντων, ὁμοίως δὲ καὶ οἱ ἐπὶ Θρᾴκης πλὴν Χαλκιδέων καὶ Ποτιδαιατῶν· πρὸς δὲ τούτοις Μεσσήνιοι μὲν οἱ τὴν Ναύπακτον οἰκοῦντες καὶ Κερκυραῖοι.
他方、アテナイ人には、アジアの沿岸部に住むカリア人、ドリス人、イオニア人、ヘレスポントス周辺の人々と、メロスとテラに居住する者を除くすべての島民、同様にカルキディケ人とポテイダイア人を除くトラキア地方の人々、さらにこれらに加えて、ナウパクトスに住むメッセニア人と、ケルキュラ人が同盟していた。
τούτων ναυτικὸν παρείχοντο Χῖοι, Λέσβιοι, Κερκυραῖοι, αἱ δʼ ἄλλαι πᾶσαι πεζοὺς στρατιώτας ἐξέπεμπον.
これらのうち、キオス人、レスボス人、ケルキュラ人が海軍を提供し、その他のすべての都市は歩兵を派遣した。
σύμμαχοι μὲν οὖν ἀμφοτέροις ὑπῆρχον οἱ προειρημένοι.
双方の同盟者は、以上のように存在していた。
§12.42.6Λακεδαιμόνιοι δὲ δύναμιν ἀξιόλογον προχειρισάμενοι τὴν ἡγεμονίαν ἔδωκαν Ἀρχιδάμῳ τῷ βασιλεῖ.
ラケダイモン人は無視できない軍勢を動員し、その指揮権を王アルキダモスに与えた。
οὗτος δὲ μετὰ τῆς δυνάμεως ἐνέβαλεν εἰς τὴν Ἀττικήν, τοῖς δὲ φρουρίοις προσβολὰς ἐποιεῖτο καὶ τῆς χώρας πολλὴν ἐδῄωσε.
彼はその軍勢とともにアッティカに侵入し、要塞に攻撃を加え、その土地の多くを荒廃させた。
τῶν δʼ Ἀθηναίων παροξυνομένων διὰ τὴν τῆς χώρας καταδρομήν, καὶ βουλομένων παρατάξασθαι τοῖς πολεμίοις, Περικλῆς στρατηγὸς ὢν καὶ τὴν ὅλην ἡγεμονίαν ἔχων παρεκάλει τοὺς νέους ἡσυχίαν ἔχειν, ἐπαγγελλόμενος ἄνευ κινδύνων ἐκβαλεῖν τοὺς Λακεδαιμονίους ἐκ τῆς Ἀττικῆς.
アテナイ人は、土地が侵略されたために憤慨し、敵と会戦することを望んだが、将軍であり全体の指導権を持っていたペリクレスは、若者たちに静穏を保つよう勧め、危険を冒すことなくラケダイモン人をアッティカから撃退することを約束した。
§12.42.7πληρώσας οὖν ἑκατὸν τριήρεις καὶ δύναμιν ἀξιόλογον εἰς τὰς ναῦς ἐνθέμενος, καὶ στρατηγὸν ἐπιστήσας Καρκίνον καὶ ἑτέρους τινάς, ἐξέπεμψεν εἰς τὴν Πελοπόννησον.
そこで彼は、百隻の三段櫂船に乗員を満載し、無視できない規模の兵力をそれらの船に載せ、カルキノスおよび他の数名を将軍に任命して、ペロポネソスへと派遣した。
οὗτοι δὲ πολλὴν τῆς παραθαλαττίου χώρας πορθήσαντες καί τινα τῶν φρουρίων ἑλόντες κατεπλήξαντο τοὺς Λακεδαιμονίους·
彼らは沿岸地方の多くを略奪し、要塞のいくつかを奪取してラケダイモン人を震撼させた。
διὸ καὶ τὴν ἐκ τῆς Ἀττικῆς δύναμιν ταχέως μεταπεμψάμενοι πολλὴν ἀσφάλειαν τοῖς Πελοποννησίοις παρείχοντο.
それゆえ、彼らはアッティカにいた軍勢を急ぎ呼び戻し、ペロポネソス人たちに大きな安全をもたらした。
§12.42.8τούτῳ δὲ τῷ τρόπῳ τῆς Ἀττικῆς ἐλευθερωθείσης, ὁ μὲν Περικλῆς ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς πολίταις, ὡς δυνάμενος στρατηγεῖν καὶ τοῖς Λακεδαιμονίοις διαπολεμεῖν.
このようにしてアッティカが解放されると、ペリクレスは、将軍として指揮を執り、ラケダイモン人と戦い抜く能力のある者として、市民たちから称賛を得た。