§12.31.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Θεοδώρου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Μάρκον Γενύκιον καὶ Ἀγρίππαν Κούρτιον Χίλωνα.
アテナイでテオドロスがアルコンであったとき、ローマ人はマルクス・ゲヌキウスとアグリッパ・クルティウス・キロンを執政官に任命した。
ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Ἰταλίαν τὸ ἔθνος τῶν Καμπανῶν συνέστη, καὶ ταύτης ἔτυχε τῆς προσηγορίας ἀπὸ τῆς ἀρετῆς τοῦ πλησίον κειμένου πεδίου.
彼らの任期中に、イタリアにおいてはカンパニア人の民が成立し、近隣に広がる平野の肥沃さに由来してこの名称を得た。
κατὰ δὲ τὴν Ἀσίαν οἱ τοῦ Κιμμερίου Βοσπόρου βασιλεύσαντες, ὀνομασθέντες δὲ Ἀρχαιανακτίδαι, ἦρξαν ἔτη δύο πρὸς τοῖς τετταράκοντα·
アジアにおいては、キンメリア・ボスボロスの王たちで、アルカイアナクスの一族と呼ばれた者たちが、四十二年間支配した。
διεδέξατο δὲ τὴν ἀρχὴν Σπάρτακος, καὶ ἦρξεν ἔτη ἑπτά.
そしてスパルタコスがその支配を引き継ぎ、七年間支配した。
§12.31.2κατὰ δὲ τὴν Ἑλλάδα Κορίνθιοι πρὸς Κερκυραίους διαπολεμοῦντες καὶ παρασκευασάμενοι ναυτικὰς δυνάμεις, συνεστήσαντο ναυμαχίαν.
ギリシアにおいては、コリントス人はケルキュラ人と戦争を継続し、海軍力を準備して、海戦を交えた。
οἱ μὲν οὖν Κορίνθιοι ἔχοντες ναῦς ἑβδομήκοντα καλῶς ἐξηρτυμένας, ἐπέπλευσαν τοῖς πολεμίοις·
そこで、十分に艤装された七十隻の船を擁するコリントス人は、敵に向かって出航した。
οἱ δὲ Κερκυραῖοι τριήρεσιν ὀγδοήκοντα ἀντιταχθέντες ἐνίκησαν τῇ ναυμαχίᾳ, καὶ τὴν Ἐπίδαμνον ἐκπολιορκήσαντες τοὺς μὲν ἄλλους αἰχμαλώτους ἀπέκτειναν, τοὺς δὲ Κορινθίους δήσαντες εἰς φυλακὴν παρέδοσαν.
しかし、八十隻の三段櫂船をもって対抗したケルキュラ人が海戦で勝利し、エピダムノスを攻め落として、他の捕虜たちは殺害したが、コリントス人は縛り上げて牢に送った。
§12.31.3μετὰ δὲ τὴν ναυμαχίαν οἱ μὲν Κορίνθιοι καταπλαγέντες κατέπλευσαν εἰς Πελοπόννησον, οἱ δὲ Κερκυραῖοι θαλαττοκρατοῦντες τῆς κατʼ ἐκείνους τοὺς τόπους θαλάττης ἐπέπλεον τοῖς Κορινθίων συμμάχοις καὶ τὴν χώραν αὐτῶν ἐπόρθουν.
海戦ののち、コリントス人は驚愕してペロポネソスへと引き揚げたが、ケルキュラ人はそれらの地域の海を支配し、コリントス人の同盟国を襲撃し、彼らの領土を荒らしまわった。