§12.29.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Μυριχίδου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λεύκιον Ἰούλιον καὶ Μάρκον Γεγάνιον, Ἠλεῖοι δʼ ἤγαγον Ὀλυμπιάδα πέμπτην πρὸς ταῖς ὀγδοήκοντα, καθʼ ἣν ἐνίκα Κρίσων Ἱμεραῖος τὸ δεύτερον.
アテナイでミリキデスがアルコンであったとき、ローマ人はルキウス・ユリウスとマルクス・ゲガニウスを執政官に任命し、エリース人は第八十五回オリンピア祭を催したが、この大会ではヒメラのクリソンが二度目の優勝を遂げた。
ἐπὶ δὲ τούτων κατὰ τὴν Σικελίαν Δουκέτιος μὲν ὁ γεγονὼς τῶν Σικελικῶν πόλεων ἡγεμὼν τὴν τῶν Καλακτίνων πατρίδα κατέστησε, καὶ πολλοὺς εἰς αὐτὴν οἰκίζων οἰκήτορας ἀντεποιήσατο μὲν τῆς τῶν Σικελῶν ἡγεμονίας, μεσολαβηθεὶς δὲ νόσῳ τὸν βίον κατέστρεψε.
彼らの任期の間にシケリアでは、シケロス人の諸都市の指導者であったドゥケティオスがカラクテの人々の入植地を建設し、そこに多くの入植者を移住させて、シケロス人の覇権を再び得ようとしたが、病に阻まれて生涯を終えた。
§12.29.2Συρακόσιοι δὲ πάσας τὰς τῶν Σικελῶν πόλεις ὑπηκόους ποιησάμενοι πλὴν τῆς ὀνομαζομένης Τρινακίης, ἔγνωσαν ἐπὶ ταύτην στρατεύειν·
シュラクサイ人は、トリナキエと呼ばれる都市を除くすべてのシケロス人の都市を服従させると、この都市に対して遠征することを決定した。
σφόδρα γὰρ ὑπώπτευον τοὺς Τρινακίους ἀντιλήψεσθαι τῆς τῶν ὁμοεθνῶν Σικελῶν ἡγεμονίας.
というのも彼らは、トリナキエの人々が同族であるシケロス人の覇権を取り戻そうと乗り出すのではないかと強く疑っていたからである。
ἡ δὲ πόλις αὕτη πολλοὺς καὶ μεγάλους ἄνδρας εἶχεν, ἀεὶ τὸ πρωτεῖον ἐσχηκυῖα τῶν Σικελικῶν πόλεων·
この都市は多くの優れた人々を擁しており、常にシケロス人の諸都市の中で第一位の地位を占めていた。
ἦν γὰρ ἡγεμόνων ἡ πόλις αὕτη πλήρης μέγα φρονούντων ἐπʼ ἀνδρείᾳ.
というのも、この都市は勇猛さにおいて大いなる誇りを持つ指導者たちで満ちていたからである。
§12.29.3διὸ καὶ πάσας τὰς δυνάμεις ἀθροίσαντες ἐκ τῶν Συρακουσῶν καὶ τῶν συμμάχων πόλεων ἐστράτευσαν ἐπʼ αὐτήν.
それゆえ彼らは、シュラクサイおよび同盟諸都市から全軍を集めて、この都市に対して遠征した。
οἱ δὲ Τρινάκιοι συμμάχων μὲν ἦσαν ἔρημοι διὰ τὸ τὰς ἄλλας πόλεις ὑπακούειν Συρακοσίοις, μέγαν δʼ ἀγῶνα συνεστήσαντο.
一方、トリナキエの人々は、他の都市がシュラクサイ人に従属していたために同盟国を欠いていたが、壮絶な戦いを展開した。
ἐκθύμως γὰρ ἐγκαρτεροῦντες τοῖς δεινοῖς καὶ πολλοὺς ἀνελόντες, ἡρωικῶς μαχόμενοι πάντες κατέστρεψαν τὸν βίον.
彼らは迫り来る危機に対して熱心に耐え忍び、多くの敵を倒したが、英雄的に戦って全員がその生涯を終えた。
§12.29.4ὁμοίως δὲ καὶ τῶν πρεσβυτέρων οἱ πλείους ἑαυτοὺς ἐκ τοῦ ζῆν μετέστησαν, οὐχ ὑπομείναντες τὰς ἐκ τῆς ἁλώσεως ὕβρεις.
同様に、年長者たちの多くも、落城に伴う屈辱に耐えかねて、自ら命を絶った。
οἱ δὲ Συρακόσιοι τοὺς πρότερον ἀηττήτους γεγονότας νικήσαντες ἐπιφανῶς, τὴν μὲν πόλιν ἐξανδραποδισάμενοι κατέσκαψαν, τῶν δὲ λαφύρων τὰ κράτιστα ἀπέστειλαν εἰς Δελφοὺς χαριστήρια τῷ θεῷ.
シュラクサイ人は、それまで不敗であった人々に対して目覚ましい勝利を収めると、その都市の住民を奴隷にして都市を徹底的に破壊し、戦利品のうち最も優れたものを、神への感謝の捧げ物としてデルポイへ送った。