§12.19.1λείπεται δʼ ἡμῖν εἰπεῖν ὑπὲρ τῆς τοῦ Χαρώνδου τελευτῆς, καθʼ ἣν ἴδιόν τι καὶ παράδοξον αὐτῷ συνέβη.
私たちにとって、ハロンダスの最期について語ることが残されているが、それに関して彼には特異で奇妙な出来事が起こった。
ἐπὶ γὰρ τὴν χώραν ἐξιὼν μετὰ ξιφιδίου διὰ τοὺς λῃστάς, καὶ κατὰ τὴν ἐπάνοδον ἐκκλησίας συνεστώσης καὶ ταραχῆς ἐν τοῖς πλήθεσι, προσέστη πολυπραγμονῶν τὰ κατὰ τὴν στάσιν.
すなわち、彼は強盗に備えて短剣を携えて地方へと出かけていったが、帰途において、民会が開催され、群衆の間に混乱が生じているところに、騒乱の様子を詮索しようとして立ち寄ったのである。
§12.19.2νενομοθετηκὼς δʼ ἦν μηδένα μεθʼ ὅπλου ἐκκλησιάζειν, καὶ ἐπιλαθόμενος ὅτι τὸ ξίφος παρέζωσται, παρέδωκεν ἐχθροῖς τισιν ἀφορμὴν κατηγορίας.
彼は武器を持って民会に出席してはならないという法律を制定していたが、自分が剣を帯びていることを忘れてしまい、ある敵たちに非難の口実を与えてしまった。
ὧν ἑνὸς εἰπόντος καταλέλυκας τὸν ἴδιον νόμον, μὰ Διʼ, εἶπεν, ἀλλὰ κύριον ποιήσω· καὶ σπασάμενος τὸ ξιφίδιον ἑαυτὸν ἀπέσφαξεν.
彼らのうちの一人が「お前は自分自身の法律を破ったぞ」と言うと、「いやゼウスにかけて、と彼は言った、そうではなく、それを有効にしよう」と言い、短剣を抜いて自らの喉を突いて死んだ。
ἔνιοι δὲ τῶν συγγραφέων τὴν πρᾶξιν ταύτην περιτιθέασι Διοκλεῖ τῷ Συρακοσίων νομοθέτῃ.
歴史家の中には、この行為をシラクサの立法者であるディオクレスに帰する者もいる。
§12.19.3ἡμεῖς δὲ ἀρκούντως τὰ περὶ Χαρώνδαν τὸν νομοθέτην διεληλυθότες βραχέα βουλόμεθα καὶ περὶ Ζαλεύκου τοῦ νομοθέτου διελθεῖν διά τε τὴν ὁμοίαν προαίρεσιν τοῦ βίου καὶ τὸ γεγονέναι τοὺς ἄνδρας ἐν πόλεσιν ἀστυγείτοσιν.
私たちは立法者ハロンダスに関する事柄を十分に論じ終えたので、生き方の志向が類似していること、またこの両者が隣接する都市で活動したことから、立法者ザレウコスについても簡潔に論じたいと思う。