Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §11.88.1-11.88.6

アテナイの入植活動とドゥケティオスのパリケ建設

89 / 723 箇所 · ギリシア語

要旨

将軍ペリクレスのペロポネソス遠征およびアテナイの植民活動と、シケリアにおけるシュラクサイのティレニア遠征およびシケル人指導者ドゥケティオスによる都市パリケの建設。

§11.88.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Λυσικράτους ἐν Ῥώμῃ κατεστάθησαν ὕπατοι Γάιος Ναύτιος Ῥούτιλος καὶ Λεύκιος Μινούκιος Καρουτιανός.
アテナイにおいてリュシクラテスがアルコンであったとき、ローマではガイウス・ナウティウス・ルティルスとルキウス・ミヌキウス・カルティアヌスが執政官に就任した。
ἐπὶ δὲ τούτων Περικλῆς ὁ τῶν Ἀθηναίων στρατηγὸς ἀποβὰς εἰς Πελοπόννησον ἐδῄωσε τὴν τῶν Σικυωνίων χώραν.
彼らの任期中に、アテナイ人の将軍ペリクレスはペロポネソスに上陸し、シキュオン人の土地を荒廃させた。
§11.88.2ἐπεξελθόντων δʼ ἐπʼ αὐτὸν τῶν Σικυωνίων πανδημεὶ καὶ μάχης γενομένης, ὁ Περικλῆς νικήσας καὶ πολλοὺς κατὰ τὴν φυγὴν ἀνελὼν κατέκλεισεν αὐτοὺς εἰς πολιορκίαν.
シキュオン人たちが総出で彼に対して出撃し、戦闘が起こったが、ペリクレスは勝利して敗走する彼らの多くを殺害し、彼らを閉じ込めて包囲した。
προσβολὰς δὲ ποιούμενος τοῖς τείχεσι, καὶ μὴ δυνάμενος ἑλεῖν τὴν πόλιν, ἔτι δὲ καὶ τῶν Λακεδαιμονίων ἀποστειλάντων βοήθειαν τοῖς πολιορκουμένοις, ἀνέζευξεν ἐκ τῆς Σικυῶνος·
城壁に攻撃を加えたものの都市を占領することができず、さらにラケダイモン人たちが被包囲者に援軍を送ったため、彼はシキュオンから撤退した。
εἰς δὲ τὴν Ἀκαρνανίαν πλεύσας καὶ τὴν τῶν Οἰνιαδῶν χώραν καταδραμὼν καὶ λαφύρων πλῆθος ἀθροίσας, ἀπέπλευσεν ἐκ τῆς Ἀκαρνανίας.
そしてアカルナニアへと航行し、オイニアダイ人の土地を襲撃して多くの戦利品を集め、アカルナニアから船で去った。
§11.88.3μετὰ δὲ ταῦτα ἐλθὼν εἰς Χερρόνησον χιλίοις τῶν πολιτῶν κατεκληρούχησε τὴν χώραν.
この後、彼はケルソネソスへ行き、市民千人にその土地を分配した。
ἅμα δὲ τούτοις πραττομένοις Τολμίδης ὁ ἕτερος στρατηγὸς εἰς τὴν Εὔβοιαν παρελθὼν ἄλλοις χιλίοις πολίταις ταύτην καὶ τὴν τῶν Ναξίων γῆν διένειμε.
これらのことが行われているのと同時に、もう一人の将軍トルミデスはエウボイアへと進み、別の千人の市民にその土地とナクソス人の土地を分配した。
§11.88.4κατὰ δὲ τὴν Σικελίαν Τυρρηνῶν λῃζομένων τὴν θάλατταν, οἱ Συρακόσιοι ναύαρχον ἑλόμενοι Φάϋλλον ἔπεμψαν εἰς τὴν Τυρρηνίαν.
一方シケリアでは、ティレニア人が海で海賊行為を働いていたため、シュラクサイ人はファウュロスを海軍司令官に選出し、ティレニアへ派遣した。
οὗτος δʼ ἐκπλεύσας τὸ μὲν πρῶτον νῆσον τὴν ὀνομαζομένην Αἰθάλειαν ἐπόρθησε, παρὰ δὲ τῶν Τυρρηνῶν λάθρᾳ χρήματα λαβών, ἀπέπλευσεν εἰς τὴν Σικελίαν οὐδὲν ἄξιον μνήμης διαπραξάμενος.
彼は船出し、最初はアイタレイアと呼ばれる島を略奪したが、ティレニア人から秘密裏に賄賂を受け取ると、記憶に値するようなことを何一つ成し遂げることなく、シケリアへと船で戻ってしまった。
§11.88.5οἱ δὲ Συρακόσιοι τοῦτον μὲν ὡς προδότην καταδικάσαντες ἐφυγάδευσαν, ἕτερον δὲ στρατηγὸν καταστήσαντες Ἀπελλῆν ἐξαπέστειλαν ἐπὶ Τυρρηνοὺς ἔχοντα τριήρεις ἑξήκοντα.
シュラクサイ人は彼を裏切り者として有罪判決を下して追放し、新たにアペレスを将軍に任命して、三段橈船60隻を率いさせてティレニア人に対して派遣した。
οὗτος δὲ τὴν παραθαλάττιον Τυρρηνίαν καταδραμών, ἀπῆρεν εἰς Κύρνον κατεχομένην ὑπὸ Τυρρηνῶν κατʼ ἐκείνους τοὺς χρόνους·
彼は沿岸のティレニアを襲撃した後、当時ティレニア人に支配されていたキュルノス島へと出航した。
πορθήσας δὲ πλεῖστα τῆς νήσου καὶ τὴν Αἰθάλειαν χειρωσάμενος, ἐπανῆλθεν εἰς τὰς Συρακούσας αἰχμαλώτων τε πλῆθος κομίζων καὶ τὴν ἄλλην ὠφέλειαν ἄγων οὐκ ὀλίγην.
そしてその島の大半を略奪し、アイタレイアをも服従させた後、多数の捕虜を連れ、また少なからぬ他の戦利品を携えてシュラクサイへと帰還した。
§11.88.6μετὰ δὲ ταῦτα Δουκέτιος ὁ τῶν Σικελῶν ἀφηγούμενος τὰς πόλεις ἁπάσας τὰς ὁμοεθνεῖς πλὴν τῆς Ὕβλας εἰς μίαν καὶ κοινὴν ἤγαγε συντέλειαν, δραστικὸς δʼ ὢν νεωτέρων ὠρέγετο πραγμάτων, καὶ παρὰ τοῦ κοινοῦ τῶν Σικελῶν ἀθροίσας δύναμιν ἀξιόλογον τὰς Μένας, ἥτις ἦν αὐτοῦ πατρίς, μετῴκισεν εἰς τὸ πεδίον, καὶ πλησίον τοῦ τεμένους τῶν ὀνομαζομένων Παλικῶν ἔκτισε πόλιν ἀξιόλογον, ἣν ἀπὸ τῶν προειρημένων θεῶν ὠνόμαζε Παλικήν.
これらの出来事の後、シケル人の指導者ドゥケティオスは、ヒュブラを除く同族のすべての都市を一つの共通の連邦へと統合した。 彼は精力的な人物であったため、新たな変革を熱望し、シケル人の共同体からかなりの軍隊を集めると、彼の祖国であったメナイを平野へと移住させ、パリコイと呼ばれる神々の聖域の近くに立派な都市を建設し、それを前述の神々にちなんでパリケと名付けた。

語釈・文法注

  1. 11.88.2ἐπεξελθόντων δʼ ἐπʼ αὐτὸν τῶν Σικυωνίων πανδημεὶ καὶ μάχης γενομένης — 2つの属格絶対(genitive absolute)句が καὶ で並列されており、主節の主語である ὁ Περικλῆς とは異なる主語(τῶν Σικυωνίων と μάχης)を導入して、主節の行為に先立つ、あるいは同時に起こった状況を説明している。
  2. 11.88.3χιλίοις τῶν πολιτῶν κατεκληρούχησε τὴν χώραν — 動詞 κατεκληρούχησε(κατακληρουχέω「抽選で配分する、植民させる」)は、分配される土地を対格(τὴν χώραν)で取り、配分を受ける受益者を与格(χιλίοις τῶν πολιτῶν)で取る構文。
  3. 11.88.5ἀπῆρεν εἰς Κύρνον — ἀπῆρεν は ἀπαίρω(持ち上げる、出発させる)の aorist 直説法能動態3人称単数。ここでは τὰς ναῦς(船を)や τὸν στρατόν(軍隊を)のような目的語が省略され、自動詞的に「(船で)出航する、旅立つ」という意味で使われている。
  4. 11.88.6νεωτέρων ὠρέγετο πραγμάτων — 動詞 ὠρέγετο(ὀρέγομαι「〜を渇望する、求める」の未完了過去)は属格支配であり、比較級の νεωτέρων と名詞 πραγμάτων がその目的語となっている。νεώτερα πράγματα は通常「新しい事態」、特に政治的な「変革」や「大事業」を指す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §11.88.1-11.88.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.88.1-11.88.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。