§11.85.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Σωσιστράτου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Πούπλιον Οὐαλέριον Ποπλικόλαν καὶ Γάιον Κλώδιον Ῥήγιλλον.
アテナイでソシストラトスが執政官のとき、ローマ人はプブリウス・ウァレリウス・ポプリコラとガイウス・クラウディウス・レギルスを執政官に任命した。
ἐπὶ δὲ τούτων Τολμίδης μὲν περὶ τὴν Βοιωτίαν διέτριβεν, Ἀθηναῖοι δὲ Περικλέα τὸν Ξανθίππου, τῶν ἀγαθῶν ἀνδρῶν, στρατηγὸν κατέστησαν, καὶ δόντες αὐτῷ τριήρεις πεντήκοντα καὶ χιλίους ὁπλίτας ἐξέπεμψαν ἐπὶ τὴν Πελοπόννησον.
彼らのもとで、トルミデスはボイオティア地方のあたりで時を過ごし、アテナイ人は、クサンティッポスの子で優れた人々の一人であるペリクレスを将軍に任命し、彼に50隻の三段櫂船と1000人の重装歩兵を与えて、ペロポネソスへと派遣した。
§11.85.2οὗτος δὲ τῆς Πελοποννήσου πολλὴν ἐπόρθησεν, εἰς δὲ τὴν Ἀκαρνανίαν διαβὰς πλὴν Οἰνιαδῶν ἁπάσας τὰς πόλεις προσηγάγετο.
彼はペロポネソスの多くを略奪し、アカルナニアへと渡って、オイニアダイを除くすべての都市を味方に引き入れた。
οἱ μὲν οὖν Ἀθηναῖοι κατὰ τοῦτον τὸν ἐνιαυτὸν πλείστων πόλεων ἦρξαν, ἐπʼ ἀνδρείᾳ δὲ καὶ στρατηγίᾳ μεγάλην δόξαν κατεκτήσαντο.
こうしてアテナイ人は、この年の間にきわめて多くの都市を支配下に置き、勇敢さと優れた将軍職によって大きな名声を獲得した。