§11.75.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Εὐθίππου Ῥωμαῖοι κατέστησαν ὑπάτους Κόιντον Σερουίλιον καὶ Σπόριον Ποστούμιον Ἀλβῖνον.
アテナイにおいてエウティッポスがアルコンであった時、ローマ人はクイントゥス・セルウィリウスとスポリウス・ポストゥミウス・アルビヌスを執政官に任命した。
ἐπὶ δὲ τούτων κατὰ τὴν Ἀσίαν Ἀρτάβαζος καὶ Μεγάβυζος ἐκπεμφθέντες ἐπὶ τὸν πρὸς Αἰγυπτίους πόλεμον ἀνέζευξαν ἐκ τῆς Περσίδος, ἔχοντες στρατιώτας ἱππεῖς τε καὶ πεζοὺς πλείους τῶν τριάκοντα μυριάδων.
彼らのもとで、アジアにおいては、エジプト人に対する戦争のために派遣されたアルタバゾスとメガビュゾスが、30万を超える騎兵および歩兵の兵士たちを率いてペルシスから軍を進めた。
§11.75.2ὡς δʼ ἦλθον εἰς Κιλικίαν καὶ Φοινίκην, τὰς μὲν πεζὰς δυνάμεις ἀνελάμβανον ἐκ τῆς ὁδοιπορίας, ναῦς δὲ προσέταξαν κατασκευάζειν τοῖς τε Κυπρίοις καὶ Φοίνιξι καὶ τοῖς τὴν Κιλικίαν οἰκοῦσι.
彼らはキリキアとフォイニキアに到着すると、歩兵の軍勢を行軍の疲労から回復させ、キュプロス人、フォイニキア人、およびキリキアに居住する者たちに船を建造するよう命じた。
καταρτισθεισῶν δὲ τριήρων τριακοσίων, ταύτας ἐκόσμησαν ἐπιβάταις τε τοῖς κρατίστοις καὶ ὅπλοις καὶ βέλεσι καὶ τοῖς ἄλλοις τοῖς πρὸς ναυμαχίαν χρησίμοις.
300隻の三段櫂船が準備されると、これらを最精鋭の海兵たち、武器、投射兵器、その他海戦に有用なあらゆるもので装備した。
§11.75.3οὗτοι μὲν οὖν περὶ τὰς παρασκευὰς ἐγίνοντο καὶ γυμνασίας τῶν στρατιωτῶν ἐποιοῦντο καὶ συνείθιζον ἅπαντας ταῖς πολεμικαῖς ἐμπειρίαις, καὶ περὶ ταῦτα διέτριψαν σχεδόν τι τὸν ὑποκείμενον ἐνιαυτόν·
こうして彼らは準備に没頭し、兵士たちの訓練を行い、全員を戦争の経験に慣れさせ、これらのことに、該当する年のほぼ全体を費やした。
§11.75.4οἱ δὲ κατὰ τὴν Αἴγυπτον Ἀθηναῖοι τοὺς περὶ τὴν Μέμφιν καταφυγόντας εἰς τὸ Λευκὸν τεῖχος ἐπολιόρκουν·
他方、エジプトにおけるアテナイ人たちは、メンフィス周辺で「白い城壁」に逃げ込んだ者たちを包囲していた。
ἀμυνομένων δὲ τῶν Περσῶν εὐρώστως οὐ δυνάμενοι τὸ χωρίον ἑλεῖν, ἔμειναν ἐπὶ τῆς πολιορκίας τὸν ἐνιαυτόν.
しかし、ペルシア人たちが力強く防戦したため、その場所を占領することができず、その年の間、包囲を続けた。