§11.75.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Εὐθίππου Ῥωμαῖοι κατέστησαν ὑπάτους Κόιντον Σερουίλιον καὶ Σπόριον Ποστούμιον Ἀλβῖνον.
When Euthippus was archon in Athens, the Romans appointed Quintus Servilius and Spurius Postumius Albinus as consuls.
ἐπὶ δὲ τούτων κατὰ τὴν Ἀσίαν Ἀρτάβαζος καὶ Μεγάβυζος ἐκπεμφθέντες ἐπὶ τὸν πρὸς Αἰγυπτίους πόλεμον ἀνέζευξαν ἐκ τῆς Περσίδος, ἔχοντες στρατιώτας ἱππεῖς τε καὶ πεζοὺς πλείους τῶν τριάκοντα μυριάδων.
Under them, in Asia, Artabazus and Megabyzus, who had been sent out for the war against the Egyptians, set out from Persis, having with them more than three hundred thousand horsemen and infantry.
§11.75.2ὡς δʼ ἦλθον εἰς Κιλικίαν καὶ Φοινίκην, τὰς μὲν πεζὰς δυνάμεις ἀνελάμβανον ἐκ τῆς ὁδοιπορίας, ναῦς δὲ προσέταξαν κατασκευάζειν τοῖς τε Κυπρίοις καὶ Φοίνιξι καὶ τοῖς τὴν Κιλικίαν οἰκοῦσι.
When they arrived in Cilicia and Phoenicia, they recovered their infantry forces from the fatigue of the march, and ordered the Cypriots, Phoenicians, and those who inhabited Cilicia to build ships.
καταρτισθεισῶν δὲ τριήρων τριακοσίων, ταύτας ἐκόσμησαν ἐπιβάταις τε τοῖς κρατίστοις καὶ ὅπλοις καὶ βέλεσι καὶ τοῖς ἄλλοις τοῖς πρὸς ναυμαχίαν χρησίμοις.
When three hundred triremes had been prepared, they equipped them with the best marines, weapons, missiles, and everything else useful for naval warfare.
§11.75.3οὗτοι μὲν οὖν περὶ τὰς παρασκευὰς ἐγίνοντο καὶ γυμνασίας τῶν στρατιωτῶν ἐποιοῦντο καὶ συνείθιζον ἅπαντας ταῖς πολεμικαῖς ἐμπειρίαις, καὶ περὶ ταῦτα διέτριψαν σχεδόν τι τὸν ὑποκείμενον ἐνιαυτόν·
They, therefore, busied themselves with these preparations, conducted training for the soldiers, and accustomed them all to military skills; and in these activities they spent nearly the entire year in question.
§11.75.4οἱ δὲ κατὰ τὴν Αἴγυπτον Ἀθηναῖοι τοὺς περὶ τὴν Μέμφιν καταφυγόντας εἰς τὸ Λευκὸν τεῖχος ἐπολιόρκουν· ἀμυνομένων δὲ τῶν Περσῶν εὐρώστως οὐ δυνάμενοι τὸ χωρίον ἑλεῖν, ἔμειναν ἐπὶ τῆς πολιορκίας τὸν ἐνιαυτόν.
Meanwhile, the Athenians in Egypt were besieging those who had fled to the White Fortress near Memphis; but since the Persians defended themselves vigorously, they were unable to capture the place, and remained at the siege throughout the year.