Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §11.74.1-11.74.6

エジプト遠征でのペルシア軍敗北と新たな派兵

75 / 723 箇所 · ギリシア語

要旨

ペルシア王アルタクセルクセスはアカイメネスに大軍を率いさせてエジプトを攻めさせるが、アテナイ支援軍と結んだエジプト軍に敗北し「白い城壁」へ退却する。王はスパルタにアテナイ攻撃を働きかけるも拒絶され、新たにアルタバゾスとメガビュゾスを指揮官とする軍勢を派遣する。

§11.74.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Κόνωνος ἐν Ῥώμῃ, τὴν ὕπατον ἀρχὴν εἶχον Κόιντος Φάβιος Οὐιβουλανὸς καὶ Τιβέριος Αἰμίλιος Μάμερκος.
アテナイにおいてコノンがアルコンであった時、ローマにおいてはクイントゥス・ファビウス・ウィブラヌスとティベリウス・アエミリウス・マメルクスが執政官職を有していた。
ἐπὶ δὲ τούτων Ἀρταξέρξης μὲν ὁ βασιλεὺς τῶν Περσῶν κατέστησε στρατηγὸν ἐπὶ τὸν πρὸς Αἰγυπτίους πόλεμον Ἀχαιμένην τὸν Δαρείου μὲν υἱόν, ἑαυτοῦ δὲ θεῖον·
これらのもとで、ペルシア人の王アルタクセルクセスは、エジプト人に対する戦争のための将軍として、ダレイオスの息子であり自らの叔父であるアカイメネスを任命した。
τούτῳ δὲ παραδοὺς στρατιωτῶν ἱππέων τε καὶ πεζῶν ὑπὲρ τὰς τριάκοντα μυριάδας προσέταξε καταπολεμῆσαι τοὺς Αἰγυπτίους.
そして彼に30万を超える騎兵および歩兵の兵士たちを委ねて、エジプト人たちを打ち破るよう命じた。
§11.74.2οὗτος μὲν οὖν ἐπειδὴ κατήντησεν εἰς Αἴγυπτον, κατεστρατοπέδευσε πλησίον τοῦ Νείλου, καὶ τὴν δύναμιν ἐκ τῆς ὁδοιπορίας ἀναλαβὼν παρεσκευάζετο τὰ πρὸς τὴν μάχην·
そこで、彼はエジプトに到着すると、ナイル川の近くに陣を張り、行軍による軍勢の疲労を回復させて戦闘への備えを行った。
οἱ δʼ Αἰγύπτιοι συνηθροικότες ἐκ τῆς Λιβύης καὶ τῆς Αἰγύπτου τὴν δύναμιν, ἀνέμενον τὴν παρὰ τῶν Ἀθηναίων συμμαχίαν.
他方、エジプト人たちはリビアとエジプトから軍勢を集め終えており、アテナイ人たちからの同盟軍を待っていた。
§11.74.3καταπλευσάντων δὲ τῶν Ἀθηναίων εἰς τὴν Αἴγυπτον μετὰ διακοσίων νεῶν, καὶ μετὰ τῶν Αἰγυπτίων παραταξαμένων πρὸς τοὺς Πέρσας, ἐγένετο μάχη καρτερά.
アテナイ人たちが200隻の船とともにエジプトへ船で到着し、エジプト人たちとともにペルシア人たちに対して陣を敷くと、激しい戦闘が起こった。
καὶ μέχρι μέν τινος οἱ Πέρσαι τοῖς πλήθεσι προέχοντες ἐπλεονέκτουν, μετὰ δὲ ταῦτα τῶν Ἀθηναίων βιασαμένων καὶ τοὺς καθʼ ἑαυτοὺς τεταγμένους τρεψαμένων καὶ πολλοὺς ἀναιρούντων, τὸ λοιπὸν πλῆθος τῶν βαρβάρων πρὸς φυγὴν ὥρμησε.
そして、しばらくの間は、ペルシア人が数で勝っていたために優勢であったが、その後、アテナイ人たちが力押しし、自らの前に配置された者たちを敗走させ、多くを殺害したため、野蛮人たちの残りの大群は逃走へと向かった。
§11.74.4πολλοῦ δὲ κατὰ τὴν φυγὴν γενομένου φόνου, τὸ τελευταῖον οἱ μὲν Πέρσαι τὸ πλέον μέρος τῆς δυνάμεως ἀποβαλόντες κατέφυγον ἐπὶ τὸ καλούμενον Λευκὸν τεῖχος, οἱ δʼ Ἀθηναῖοι ταῖς ἰδίαις ἀνδραγαθίαις νίκημα περιπεποιημένοι συνεδίωξαν τοὺς βαρβάρους εἰς τὸ προκείμενον χωρίον, καὶ οὐκ ἀφίσταντο τῆς πολιορκίας.
逃走の間に多くの殺戮が行われ、最後には、ペルシア人たちは軍勢の大部分を失って「白い城壁」と呼ばれる場所に逃げ込んだ。 他方、アテナイ人たちは自らの勇敢さによって勝利を手にし、野蛮人たちを上述の場所まで追いつめ、包囲を解かなかった。
§11.74.5Ἀρταξέρξης δὲ πυθόμενος τὴν τῶν ἰδίων ἧτταν, τὸ μὲν πρῶτον ἀπέστειλέ τινας τῶν φίλων μετὰ πολλῶν χρημάτων εἰς τὴν Λακεδαίμονα, καὶ τοὺς Λακεδαιμονίους ἠξίου πόλεμον ἐξενεγκεῖν τοῖς Ἀθηναίοις, νομίζων οὕτω τοὺς ἐν Αἰγύπτῳ νικῶντας Ἀθηναίους ἀποπλεύσειν εἰς τὰς Ἀθήνας βοηθήσοντας τῇ πατρίδι·
アルタクセルクセスは味方の敗北を知ると、最初は、多くの資金とともに何人かの友人をラケダイモンへと派遣し、ラケダイモン人たちにアテナイ人に対して戦争を起こすよう求めた。 そのようにすれば、エジプトで勝利を収めつつあるアテナイ人たちが、祖国を救援するためにアテナイへと船で引き返すだろうと考えたからである。
§11.74.6τῶν δὲ Λακεδαιμονίων οὔτε χρήματα δεξαμένων οὔτε ἄλλως προσεχόντων τοῖς ὑπὸ Περσῶν ἀξιουμένοις ἀπογνοὺς τὴν ἀπὸ τῶν Λακεδαιμονίων βοήθειαν ὁ Ἀρταξέρξης ἄλλας δυνάμεις παρεσκευάζετο·
しかし、ラケダイモン人たちは金銭を受け取らず、ペルシア人たちから求められたことに対しても全く注意を払わなかったため、アルタクセルクセスはラケダイモン人たちからの援助を諦め、別の軍勢を準備した。
ἐπιστήσας δὲ αὐτοῖς ἡγεμόνας Ἀρτάβαζον καὶ Μεγάβυζον, ἄνδρας ἀρετῇ διαφέροντας, ἐξέπεμψε πολεμήσοντας τοῖς Αἰγυπτίοις.
そして、卓越した能力を持つ男たちであるアルタバゾスとメガビュゾスをそれらの指揮官に据えて、エジプト人たちと戦わせるために派遣した。

語釈・文法注

  1. 11.74.2τὴν δύναμιν ἐκ τῆς ὁδοιπορίας ἀναλαβὼν — 分詞 ἀναλαβών は「(疲労から)回復させる、立て直す」を意味し、前置詞句 ἐκ τῆς ὁδοιπορίας(行軍から)を伴って「行軍の疲労から軍勢の活力を取り戻させて」と解釈される。
  2. 11.74.5βοηθήσοντας — 未来能動態分詞 βοηθήσοντας は、移動を表す不定詞 ἀποπλεύσειν(船で引き返す)に後続して目的(「救援するために」)を表している。その意味上の主語は、対格不定詞構文の主語である τοὺς ... Ἀθηναίους である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §11.74.1-11.74.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.74.1-11.74.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。