Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §11.76.1-11.76.6

傭兵反乱の終結とカタネの奪還

77 / 723 箇所 · ギリシア語

要旨

シケリアにおけるシュラクサイ人と反乱傭兵の戦い、ドゥケティオスとシュラクサイ人によるカタネの奪還、および僭主によって追放された旧市民たちの帰還とシケリア諸都市の民主的再編について記述される。

§11.76.1κατὰ δὲ τὴν Σικελίαν Συρακόσιοι μὲν πολεμοῦντες τοῖς ἀφεστηκόσι ξένοις συνεχεῖς προσβολὰς ἐποιοῦντο τῇ τε Ἀχραδινῇ καὶ τῇ Νήσῳ, καὶ ναυμαχίᾳ μὲν ἐνίκησαν τοὺς ἀποστάντας, πεζῇ δʼ οὐκ ἴσχυον ἐκβαλεῖν ἐκ τῆς πόλεως διὰ τὴν ὀχυρότητα τῶν τόπων.
シケリアにおいては、シュラクサイ人たちは反乱を起こした外国人傭兵たちと戦い、アクラディネと「島」に対して絶え間ない攻撃を仕掛け、海戦においては反乱者たちに勝利したものの、陸戦においてはその場所の堅固さゆえに彼らを市から追い出すことができなかった。
§11.76.2μετὰ δὲ ταῦτα παρατάξεως γενομένης ἐπὶ τῆς χώρας, καὶ τῶν ἀγωνιζομένων παρʼ ἀμφοτέροις ἐκθύμως κινδυνευόντων, πεσεῖν συνέβη οὐκ ὀλίγους παρʼ ἀμφοτέροις, νικῆσαι δὲ τοὺς Συρακοσίους.
この後、平野で会戦が行われ、双方の戦闘員たちが熱心に危険を冒して戦ったところ、双方に少なくない数の死者が出たが、シュラクサイ人が勝利することとなった。
μετὰ δὲ τὴν μάχην οἱ Συρακόσιοι τοὺς μὲν ἐπιλέκτους, ὄντας ἑξακοσίους, αἰτίους γενομένους τῆς νίκης, ἐστεφάνωσαν ἀριστεῖα δόντες ἀργυρίου μνᾶν ἑκάστῳ.
戦いの後、シュラクサイ人は、勝利の功労者となった六〇〇名からなる精鋭たちに冠を授け、褒賞として一人につき一ミナの銀を与えた。
§11.76.3ἅμα δὲ τούτοις πραττομένοις Δουκέτιος μὲν ὁ τῶν Σικελῶν ἡγεμών, χαλεπῶς ἔχων τοῖς τὴν Κατάνην οἰκοῦσι διὰ τὴν ἀφαίρεσιν τῆς τῶν Σικελῶν χώρας, ἐστράτευσεν ἐπʼ αὐτούς.
これらのことが行われているのと同時に、シケロイ人の指導者ドゥケティオスは、シケロイ人の土地の強奪を理由にカタネの住民に対して憤慨し、彼らに対して軍を進めた。
ὁμοίως δὲ καὶ τῶν Συρακοσίων στρατευσάντων ἐπὶ τὴν Κατάνην, οὗτοι μὲν κοινῇ κατεκληρούχησαν τὴν χώραν καὶ τοὺς κατοικισθέντας ὑφʼ Ἱέρωνος τοῦ δυνάστου ἐπολέμουν·
同様にシュラクサイ人もカタネに対して軍を進めたので、彼らは共同してその土地を分配し、支配者ヒエロンによってそこに入植させられていた者たちと戦った。
ἀντιταχθέντων δὲ τῶν ἐν τῇ Κατάνῃ καὶ λειφθέντων πλείοσι μάχαις, οὗτοι μὲν ἐξέπεσον ἐκ τῆς Κατάνης, καὶ τὴν νῦν οὖσαν Αἴτνην ἐκτήσαντο, πρὸ τούτου καλουμένην Ἴνησσαν, οἱ δʼ ἐξ ἀρχῆς ἐκ τῆς Κατάνης ὄντες ἐκομίσαντο πολλῷ χρόνῳ τὴν πατρίδα.
カタネの住民たちが対抗したものの、度重なる戦闘で敗北したため、彼らはカタネから追放され、以前はイネッサと呼ばれていた、現在のエトナを手に入れた。 他方、もともとカタネの出身であった者たちは、長い時間の後に祖国を取り戻した。
§11.76.4τούτων δὲ πραχθέντων οἱ κατὰ τὴν Ἱέρωνος δυναστείαν ἐκπεπτωκότες ἐκ τῶν ἰδίων πόλεων ἔχοντες τοὺς συναγωνιζομένους κατῆλθον εἰς τὰς πατρίδας, καὶ τοὺς ἀδίκως τὰς ἀλλοτρίας πόλεις ἀφῃρημένους ἐξέβαλον ἐκ τῶν πόλεων·
これらのことが行われた後、ヒエロンの支配期に自らの都市から追放されていた者たちが、共闘する者たちを伴って祖国へと帰還し、他人の都市を不当に奪っていた者たちを都市から追い出した。
τούτων δʼ ἦσαν Γελῷοι καὶ Ἀκραγαντῖνοι καὶ Ἱμεραῖοι.
これらの中には、ゲラ、アクラガス、ヒメラの人々が含まれていた。
§11.76.5παραπλησίως δὲ τούτοις καὶ Ῥηγῖνοι μετὰ Ζαγκλαίων τοὺς Ἀναξίλου παῖδας δυναστεύοντας ἐκβαλόντες ἠλευθέρωσαν τὰς πατρίδας.
これらと同様に、レギオンの人々もザンクレの人々と共に、支配者であったアナクシラスの息子たちを追放して祖国を解放した。
μετὰ δὲ ταῦτα Καμάριναν μὲν Γελῷοι κατοικίσαντες ἐξ ἀρχῆς κατεκληρούχησαν·
この後、ゲラの人々はカマリナに再び入植し、その土地を分配した。
αἱ δὲ πόλεις σχεδὸν ἅπασαι πρὸς τὴν κατάλυσιν τῶν πολέμων ὁρμήσασαι, καὶ κοινὸν δόγμα ποιησάμεναι, πρὸς τοὺς κατοικοῦντας ξένους διελύθησαν, καὶ τοὺς φυγάδας καταδεξάμεναι τοῖς ἀρχαίοις πολίταις τὰς πόλεις ἀπέδοσαν, τοῖς δὲ ξένοις τοῖς διὰ τὰς δυναστείας ἀλλοτρίας τὰς πόλεις ἔχουσι συνεχώρησαν τὰ ἑαυτῶν ἀποκομίζειν καὶ κατοικεῖν ἅπαντας ἐν τῇ Μεσσηνίᾳ.
そして、ほぼすべての都市が戦争の終結を望み、共同の決議を採択して、居住していた外国人たちと和解した。 彼らは亡命者たちを受け入れて、本来の市民たちに都市を返還し、僭主支配のゆえに他人の都市を占有していた外国人たちに対しては、自身の財産を持ち出して全員がメッセニアに定住することを認めた。
§11.76.6αἱ μὲν οὖν κατὰ Σικελίαν ἐν ταῖς πόλεσι στάσεις καὶ ταραχαὶ τοῦτον τὸν τρόπον κατελύθησαν, αἱ δὲ πόλεις τὰς ἀπαλλοτρίους πολιτείας ἀποβαλοῦσαι σχεδὸν ἅπασαι τὰς ἰδίας χώρας κατεκληρούχησαν τοῖς πολίταις πᾶσιν.
こうして、シケリアの諸都市における内紛と混乱はこのようにして終息し、諸都市は異質な国制を排除して、ほぼすべての都市が自らの土地をすべての市民に再分配した。

語釈・文法注

  1. §11.76.2πεσεῖν συνέβη οὐκ ὀλίγους παρʼ ἀμφοτέροις, νικῆσαι δὲ τοὺς Συρακοσίους — 非人称動詞 συνέβη(「起こった」)に対して、対格不定詞句の「πεσεῖν ... οὐκ ὀλίγους」と「νικῆσαι ... τοὺς Συρακοσίους」が並列で主語節として機能している。接続詞 δέ(ここでは νικῆσαι δέ)によって2つの事態が対比されつつ、一連の結果として提示されている。
  2. §11.76.3οὗτοι μὲν κοινῇ κατεκληρούχησαν τὴν χώραν — 指示代名詞 οὗτοι(「彼ら」)の指示対象は、直前でそれぞれカタネへの遠征が言及された「ドゥケティオス(およびシケロイ人)」と「シュラクサイ人」の両者を指す。彼らが共同で(κοινῇ)土地を分配したという歴史的事実を示す。
  3. §11.76.4τοὺς ἀδίκως τὰς ἀλλοτρίας πόλεις ἀφῃρημένους — 動詞 ἀφαιρέω の完了中受動分詞 ἀφῃρημένους が、ここでは能動的(あるいは中間態的)な奪取の意味(「奪った者たち」)で対格の「他人の都市(τὰς ἀλλοτρίας πόλεις)」を目的語として取っている。文脈上、僭主によって土地を与えられた「不当な占有者」を指し、全体として動詞 ἐξέβαλον(「追い出した」)の直接目的語である。
  4. §11.76.5πρὸς τοὺς κατοικοῦντας ξένους διελύθησαν — 受動態の διελύθησαν(διαλύω のアオリスト受動)が、相互的あるいは自動詞的に「和解した」「合意に達した」という意味で用いられ、前置詞句 πρὸς τοὺς ... ξένους と結びついている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §11.76.1-11.76.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.76.1-11.76.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。