§11.74.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Κόνωνος ἐν Ῥώμῃ, τὴν ὕπατον ἀρχὴν εἶχον Κόιντος Φάβιος Οὐιβουλανὸς καὶ Τιβέριος Αἰμίλιος Μάμερκος.
在雅典执政官科农任内,罗马由昆图斯·法比乌斯·维布拉努斯与 Tiberius Aemilius Mamercus 担任执政官。
ἐπὶ δὲ τούτων Ἀρταξέρξης μὲν ὁ βασιλεὺς τῶν Περσῶν κατέστησε στρατηγὸν ἐπὶ τὸν πρὸς Αἰγυπτίους πόλεμον Ἀχαιμένην τὸν Δαρείου μὲν υἱόν, ἑαυτοῦ δὲ θεῖον· τούτῳ δὲ παραδοὺς στρατιωτῶν ἱππέων τε καὶ πεζῶν ὑπὲρ τὰς τριάκοντα μυριάδας προσέταξε καταπολεμῆσαι τοὺς Αἰγυπτίους.
在这些官员任内,波斯国王阿尔塔薛西斯任命大流士之子、亦即其叔父的阿凯美尼斯为统帅,负责对埃及人的战争;国王将三十万以上的骑兵和步兵交给他,并命令他击败埃及人。
§11.74.2οὗτος μὲν οὖν ἐπειδὴ κατήντησεν εἰς Αἴγυπτον, κατεστρατοπέδευσε πλησίον τοῦ Νείλου, καὶ τὴν δύναμιν ἐκ τῆς ὁδοιπορίας ἀναλαβὼν παρεσκευάζετο τὰ πρὸς τὴν μάχην· οἱ δʼ Αἰγύπτιοι συνηθροικότες ἐκ τῆς Λιβύης καὶ τῆς Αἰγύπτου τὴν δύναμιν, ἀνέμενον τὴν παρὰ τῶν Ἀθηναίων συμμαχίαν.
于是,阿凯美尼斯抵达埃及后,在尼罗河附近扎营,并使军队从行军的疲劳中恢复过来,准备战斗;而埃及人从利比亚和埃及聚集了军队,等待着来自雅典人的盟军。
§11.74.3καταπλευσάντων δὲ τῶν Ἀθηναίων εἰς τὴν Αἴγυπτον μετὰ διακοσίων νεῶν, καὶ μετὰ τῶν Αἰγυπτίων παραταξαμένων πρὸς τοὺς Πέρσας, ἐγένετο μάχη καρτερά.
随着雅典人率领两百艘战船驶入埃及,并与埃及人一同并肩排阵对抗波斯人,发生了一场激烈的战斗。
καὶ μέχρι μέν τινος οἱ Πέρσαι τοῖς πλήθεσι προέχοντες ἐπλεονέκτουν, μετὰ δὲ ταῦτα τῶν Ἀθηναίων βιασαμένων καὶ τοὺς καθʼ ἑαυτοὺς τεταγμένους τρεψαμένων καὶ πολλοὺς ἀναιρούντων, τὸ λοιπὸν πλῆθος τῶν βαρβάρων πρὸς φυγὴν ὥρμησε.
在一段时间内,波斯人因人数占优而处于上风,但随后雅典人奋力突击,击溃了部署在他们面前的敌军并杀敌甚众,其余的蛮族大军便开始溃逃。
§11.74.4πολλοῦ δὲ κατὰ τὴν φυγὴν γενομένου φόνου, τὸ τελευταῖον οἱ μὲν Πέρσαι τὸ πλέον μέρος τῆς δυνάμεως ἀποβαλόντες κατέφυγον ἐπὶ τὸ καλούμενον Λευκὸν τεῖχος, οἱ δʼ Ἀθηναῖοι ταῖς ἰδίαις ἀνδραγαθίαις νίκημα περιπεποιημένοι συνεδίωξαν τοὺς βαρβάρους εἰς τὸ προκείμενον χωρίον, καὶ οὐκ ἀφίσταντο τῆς πολιορκίας.
在溃逃过程中发生了惨重的伤亡,最终波斯人损失了大部分兵力,逃往被称为“白城”的地方。 而雅典人凭着自己的英勇赢得了胜利,将蛮族人一路追击到上述地点,并且没有放弃包围。
§11.74.5Ἀρταξέρξης δὲ πυθόμενος τὴν τῶν ἰδίων ἧτταν, τὸ μὲν πρῶτον ἀπέστειλέ τινας τῶν φίλων μετὰ πολλῶν χρημάτων εἰς τὴν Λακεδαίμονα, καὶ τοὺς Λακεδαιμονίους ἠξίου πόλεμον ἐξενεγκεῖν τοῖς Ἀθηναίοις, νομίζων οὕτω τοὺς ἐν Αἰγύπτῳ νικῶντας Ἀθηναίους ἀποπλεύσειν εἰς τὰς Ἀθήνας βοηθήσοντας τῇ πατρίδι·
阿尔塔薛西斯得知己方战败,起初派遣了一些朋友携带巨资前往拉刻代蒙,请求拉刻代蒙人向雅典人发动战争,认为这样一来在埃及获胜的雅典人就会乘船返回雅典以援助祖国。
§11.74.6τῶν δὲ Λακεδαιμονίων οὔτε χρήματα δεξαμένων οὔτε ἄλλως προσεχόντων τοῖς ὑπὸ Περσῶν ἀξιουμένοις ἀπογνοὺς τὴν ἀπὸ τῶν Λακεδαιμονίων βοήθειαν ὁ Ἀρταξέρξης ἄλλας δυνάμεις παρεσκευάζετο· ἐπιστήσας δὲ αὐτοῖς ἡγεμόνας Ἀρτάβαζον καὶ Μεγάβυζον, ἄνδρας ἀρετῇ διαφέροντας, ἐξέπεμψε πολεμήσοντας τοῖς Αἰγυπτίοις.
但由于拉刻代蒙人既没有接受资金,也完全不理会波斯人的请求,阿尔塔薛西斯放弃了来自拉刻代蒙人的援助,开始准备另一支军队;他任命在英勇方面出类拔萃的阿尔塔巴佐斯和梅加比佐斯为统帅,派遣他们前去与埃及人作战。