§11.73.1οὗτοι τῆς ἐκ τῶν ἀρχαιρεσιῶν τιμῆς ἀπελαυνόμενοι χαλεπῶς ἔφερον, καὶ συμφρονήσαντες ἀπέστησαν τῶν Συρακοσίων, καὶ τῆς πόλεως κατελάβοντο τήν τε Ἀχραδινὴν καὶ τὴν Νῆσον, ἀμφοτέρων τῶν τόπων τούτων ἐχόντων ἴδιον τεῖχος καλῶς κατεσκευασμένον.
彼らは選挙による官職の栄誉から排除されることを重く受け止め、共謀してシュラクサイ人に対して反乱を起こし、都市のうちアクラディネとネソス(島)を占領した。 これら両方の場所は、それぞれ見事に構築された独自の城壁を有していた。
§11.73.2οἱ δὲ Συρακόσιοι πάλιν ἐμπεσόντες εἰς ταραχὴν τὸ λοιπὸν τῆς πόλεως κατεῖχον, καὶ τὸ πρὸς τὰς Ἐπιπολὰς τετραμμένον αὐτῆς ἀπετείχισαν καὶ πολλὴν ἀσφάλειαν ἑαυτοῖς κατεσκεύασαν·
シュラクサイ人たちは再び混乱に陥ったが、都市の残りの部分を確保し、そのエピポライの方角を向いている部分を壁で遮断して、自らのために大いなる安全を築いた。
εὐθὺς γὰρ τῆς ἐπὶ τὴν χώραν ἐξόδου τοὺς ἀφεστηκότας εὐχερῶς εἶργον καὶ ταχὺ τῶν ἐπιτηδείων ἐποίησαν ἀπορεῖν.
というのも、彼らは反乱者たちが郊外へ出るのを容易に阻止し、速やかに彼らを必需品に困窮させたからである。
§11.73.3οἱ δὲ ξένοι τοῖς μὲν πλήθεσιν ἐλείποντο τῶν Συρακοσίων, ταῖς δὲ ἐμπειρίαις ταῖς κατὰ πόλεμον πολὺ προεῖχον·
外国人たちは人数においてはシュラクサイ人たちに劣っていたものの、戦争の経験においては遥かに勝っていた。
διὸ καὶ γινομένων κατὰ τὴν πόλιν ἐπιθέσεων καὶ κατὰ μέρος συμπλοκῶν, ταῖς μὲν μάχαις οἱ ξένοι ἐπροτέρουν, εἰργόμενοι δὲ τῆς χώρας ἐλείποντο ταῖς παρασκευαῖς καὶ τροφῆς ἐσπάνιζον.
それゆえ、市内での襲撃や局地的な衝突が起こる中で、戦闘においては外国人たちが優勢であったが、郊外から遮断されていたため、物資の面で劣っており、食糧が不足した。
καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.
そして、シケリアの状況はこのようなものであった。