§11.66.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Λυσιστράτου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Πινάριον Μαμερτῖνον καὶ Πούπλιον Φούριον Φίφρωνα.
アテナイでリュシストラトスがアルコンのとき、ローマ人たちはルキウス・ピナリウス・マメルティヌスとプブリウス・フリウス・フィフロンを執政官に任命した。
ἐπὶ δὲ τούτων Ἱέρων ὁ τῶν Συρακοσίων βασιλεὺς τοὺς Ἀναξίλα παῖδας τοῦ γενομένου τυράννου Ζάγκλης εἰς Συρακούσας μεταπεμψάμενος μεγάλαις δωρεαῖς ἀνεμίμνησκε τῆς Γέλωνος γενομένης πρὸς τὸν πατέρα αὐτῶν εὐεργεσίας, καὶ συνεβούλευεν αὐτοῖς ἤδη τὴν ἡλικίαν ἠνδρωμένοις ἀπαιτῆσαι λόγον παρὰ Μικύθου τοῦ ἐπιτροπεύοντος, καὶ τὴν δυναστείαν αὐτοὺς παραλαβεῖν.
彼らの任期中に、シュラクサイの王ヒエロンは、ザンクレの元僭主であったアナキシラスの息子たちをシュラクサイへと呼び寄せ、多大な贈り物によって、彼らの父に対してゲロンが行った恩恵を思い出させ、すでに成人年齢に達していた彼らに対して、後見人であるミキュトスに会計報告を要求し、自ら支配権を引き継ぐようにと勧告した。
§11.66.2τούτων δʼ ἐπανελθόντων εἰς τὸ Ῥήγιον, καὶ τὸν ἐπίτροπον λόγον ἀπαιτούντων τῶν διῳκημένων, ὁ Μίκυθος, ἀνὴρ ὢν ἀγαθός, συνήγαγε τοὺς πατρικοὺς φίλους τῶν παίδων καὶ τὸν λόγον οὕτω καθαρῶς ἀπέδωκεν, ὥστε ἅπαντας τοὺς παρόντας θαυμάζειν τήν τε δικαιοσύνην καὶ τὴν πίστιν, τοὺς δὲ παῖδας μεταμεληθέντας ἐπὶ τοῖς πραχθεῖσιν ἀξιοῦν τὸν Μίκυθον πάλιν τὴν ἀρχὴν παραλαβεῖν, καὶ πατρὸς ἐξουσίαν ἔχοντα καὶ τάξιν διοικεῖν τὰ κατὰ τὴν δυναστείαν.
彼らがレギオンに帰還し、後見人に管理された事柄についての会計報告を求めたとき、高潔な人物であったミキュトスは、息子たちの父親の友人たちを集め、管理報告を非常に明白に行ったので、居合わせたすべての人々が彼の公正さと誠実さに感嘆し、息子たちは自分たちの行いを後悔して、ミキュトスに対して、再び支配権を引き受け、父親としての権能と地位をもって支配の諸事を管理してくれるよう懇願するほどであった。
§11.66.3οὐ μὴν ὁ Μίκυθός γε συνεχώρησεν, ἀλλὰ πάντα παραδοὺς ἀκριβῶς καὶ τὴν ἰδίαν οὐσίαν ἐνθέμενος εἰς πλοῖον ἐξέπλευσεν ἐκ τοῦ Ῥηγίου, προπεμπόμενος ὑπὸ τῆς τῶν ὄχλων εὐνοίας.
しかしながら、ミキュトスは決して同意せず、すべてを正確に引き渡し、自らの個人財産を船に載せると、群衆の好意に見送られながらレギオンから船出した。
οὗτος μὲν οὖν εἰς τὴν Ἑλλάδα κατάρας ἐν Τεγέαις τῆς Ἀρκαδίας κατεβίωσεν ἐπαινούμενος.
こうして彼はギリシアに到着し、アルカディアのテゲアで称賛されつつ余生を送った。
§11.66.4Ἱέρων δʼ ὁ τῶν Συρακοσίων βασιλεὺς ἐτελεύτησεν ἐν τῇ Κατάνῃ, καὶ τιμῶν ἡρωικῶν ἔτυχεν, ὡς ἂν κτίστης γεγονὼς τῆς πόλεως.
他方、シュラクサイの王ヒエロンはカタネで死去し、その都市の創建者であったとして、英雄としての栄誉を授けられた。
οὗτος μὲν οὖν ἄρξας ἔτη ἕνδεκα κατέλιπε τὴν βασιλείαν Θρασυβούλῳ τῷ ἀδελφῷ, ὃς ἦρξε Συρακοσίων ἐνιαυτὸν ἕνα.
こうして、11年間統治した彼は、王位を弟のトラスブロスに遺し、このトラスブロスは1年間シュラクサイを統治した。