§11.67.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Λυσανίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Ἄππιον Κλαύδιον καὶ Τίτον Κοΐντιον Καπιτώλιον.
アテナイでリュサニアスがアルコンのとき、ローマ人たちはアプリウス・クラウディウスとティトス・クィンクティウス・カピトリヌスを執政官に任命した。
ἐπὶ δὲ τούτων Θρασύβουλος ὁ τῶν Συρακοσίων βασιλεὺς ἐξέπεσεν ἐκ τῆς ἀρχῆς, περὶ οὗ τὰ κατὰ μέρος ἀναγράφοντας ἡμᾶς ἀναγκαῖόν ἐστι βραχὺ τοῖς χρόνοις ἀναδραμόντας ἀπʼ ἀρχῆς ἅπαντα καθαρῶς ἐκθεῖναι.
彼らの任期中に、シュラクサイの王トラスブロスが支配権を失って追放されたが、彼について部分ごとに記述するにあたり、我々が少し時間を遡って、最初からすべてを明確に叙述することが必要である。
§11.67.2Γέλων ὁ Δεινομένους ἀρετῇ καὶ στρατηγίᾳ πολὺ τοὺς ἄλλους διενέγκας καὶ Καρχηδονίους καταστρατηγήσας ἐνίκησε παρατάξει μεγάλῃ τοὺς βαρβάρους, καθότι προείρηται·
デイノメネスの息子ゲロンは、徳と将帥の才能において他者よりはるかに優れており、カルタゴ人を計略で破って大戦においてこれら蛮族に勝利したことは、すでに述べた通りである。
χρησάμενος δὲ ἐπιεικῶς τοῖς καταπολεμηθεῖσι καὶ καθόλου τοῖς πλησιοχώροις πᾶσι προσενεχθεὶς φιλανθρώπως, μεγάλης ἔτυχεν ἀποδοχῆς παρὰ τοῖς Σικελιώταις.
彼は征服された人々に対して寛大に接し、一般に近隣のすべての人々に対して友好的に接したため、シケリア人たちから多大なる支持を得た。
§11.67.3οὗτος μὲν οὖν ὑπὸ πάντων ἀγαπώμενος διὰ τὴν πρᾳότητα, διετέλεσε τὸν βίον εἰρηνικῶς μέχρι τῆς τελευτῆς.
こうして、彼はその温厚さゆえにすべての人から愛され、死ぬまで平和に人生を過ごした。
τὴν δὲ βασιλείαν διαδεξάμενος Ἱέρων ὁ πρεσβύτατος τῶν ἀδελφῶν οὐχ ὁμοίως ἦρχε τῶν ὑποτεταγμένων·
しかし、彼の王位を継承した兄弟の最年長者であるヒエロンは、臣民を同様には支配しなかった。
§11.67.4ἦν γὰρ καὶ φιλάργυρος καὶ βίαιος καὶ καθόλου τῆς ἁπλότητος καὶ καλοκἀγαθίας ἀλλοτριώτατος.
というのも、彼は欲深く、暴力的であり、一般に誠実さと徳から最も遠い存在であったからである。
διὸ καὶ πλείονές τινες ἀφίστασθαι βουλόμενοι παρακατέσχον τὰς ἰδίας ὁρμὰς διὰ τὴν Γέλωνος δόξαν καὶ τὴν εἰς τοὺς ἅπαντας Σικελιώτας εὔνοιαν.
それゆえ、反乱を望んだかなり多くの人々も、ゲロンの名声とすべてのシケリア人への好意のゆえに、自らの衝動を抑えていた。
§11.67.5μετὰ δὲ τὴν Ἱέρωνος τελευτὴν παραλαβὼν τὴν ἀρχὴν Θρασύβουλος ὁ ἀδελφὸς ὑπερέβαλε τῇ κακίᾳ τὸν πρὸ αὐτοῦ βασιλεύσαντα.
ヒエロンの死後、支配権を継承した弟のトラスブロスは、その邪悪さにおいて先王を上回った。
βίαιος γὰρ ὢν καὶ φονικὸς πολλοὺς μὲν τῶν πολιτῶν ἀνῄρει παρὰ τὸ δίκαιον, οὐκ ὀλίγους δὲ φυγαδεύων ἐπὶ ψευδέσι διαβολαῖς τὰς οὐσίας εἰς τὸ βασιλικὸν ἀνελάμβανε·
彼は暴力的で残虐であり、多くの市民を正義に反して殺害し、少なからぬ人々を虚偽の告発によって追放して、その財産を王室に没収した。
καθόλου δὲ μισῶν καὶ μισούμενος ὑπὸ τῶν ἀδικουμένων, μισθοφόρων πλῆθος ἐξενολόγησεν, ἀντίταγμα κατασκευάζων ταῖς πολιτικαῖς δυνάμεσιν.
一般に、不当な扱いを受けた者たちを憎み、また彼らから憎まれていた彼は、市民の兵力に対抗する勢力を構築するために、多数の傭兵を募った。
§11.67.6ἀεὶ δὲ μᾶλλον τοῖς πολίταις ἀπεχθόμενος, καὶ πολλοὺς μὲν ὑβρίζων, τοὺς δὲ ἀναιρῶν, ἠνάγκασε τοὺς ἀδικουμένους ἀποστῆναι.
彼はますます市民に嫌われ、多くの者を侮辱し、あるいは殺害したため、不当な扱いを受けた者たちを反乱へと駆り立てた。
διόπερ οἱ Συρακόσιοι προστησάμενοι τοὺς ἡγησομένους ὥρμησαν ἐπὶ τὴν κατάλυσιν τῆς τυραννίδος πανδημεί, καὶ συνταχθέντες ὑπὸ τῶν ἡγεμόνων ἀντείχοντο τῆς ἐλευθερίας.
それゆえ、シュラクサイ人たちは指導者たちを立てて、総出で僭主政治の打倒へと立ち上がり、指導者たちの下に整列して自由を護持しようとした。
§11.67.7Θρασύβουλος δὲ ὁρῶν τὴν πόλιν ὅλην ἐπʼ αὐτὸν στρατευομένην, τὸ μὲν πρῶτον ἐπεχείρει λόγῳ καταπαύειν τὴν στάσιν·
トラスブロスは、全都市が自分に対して軍事行動を起こしているのを見て、最初は説得によって内紛を鎮めようと試みた。
ὡς δʼ ἑώρα τὴν ὁρμὴν τῶν Συρακοσίων ἀκατάπαυστον οὖσαν, συνήγαγεν ἔκ τε τῆς Κατάνης τοὺς κατοικισθέντας ὑφʼ Ἱέρωνος καὶ τοὺς ἄλλους συμμάχους, ἔτι δὲ μισθοφόρων πλῆθος, ὥστε τοὺς ἅπαντας γενέσθαι σχεδὸν περὶ τοὺς μυρίους πεντακισχιλίους.
しかし、シュラクサイ人たちの勢いが抑えがたいものであるのを見ると、カタネからヒエロンによって入植させられた人々やその他の同盟者たち、さらには多数の傭兵を集め、総勢でほぼ約1万5千人に達した。
§11.67.8οὗτος μὲν οὖν τῆς πόλεως κατειληφὼς τὴν ὀνομαζομένην Ἀχραδινὴν καὶ τὴν Νῆσον ὀχυρὰν οὖσαν, καὶ ἐκ τούτων ὁρμώμενος, διεπολέμει πρὸς τοὺς ἀφεστῶτας.
彼は、都市のうちアクラディネと呼ばれる地区と、要塞である「島」を占拠し、これらを作戦基地として、反乱者たちに対して戦い続けた。