§11.65.1μετὰ δὲ ταῦτα Ἀθήνησι μὲν ἦν ἄρχων Θεαγενείδης, ἐν Ῥώμῃ δʼ ὕπατοι καθειστήκεσαν Λεύκιος Αἰμίλιος Μάμερκος καὶ Λεύκιος Ἰούλιος Ἴουλος, Ὀλυμπιὰς δʼ ἤχθη ἑβδομηκοστὴ καὶ ὀγδόη, καθʼ ἣν ἐνίκα στάδιον Παρμενίδης Ποσειδωνιάτης.
その後、アテナイではテアゲネイデスがアルコンであり、ローマではルキウス・アエミリウス・マメルクスとルキウス・ユリウス・ユルスが執政官に就任し、第78回オリンピア競技会が開催され、ポセイドニアのパルメニデスがスタディオン走で優勝した。
ἐπὶ δὲ τούτων Ἀργείοις καὶ Μυκηναίοις ἐνέστη πόλεμος διὰ τοιαύτας αἰτίας.
彼らの任期中に、アルゴス人とマイケナイ人の間に、次のような原因によって戦争が勃発した。
§11.65.2Μυκηναῖοι διὰ τὸ παλαιὸν ἀξίωμα τῆς ἰδίας πατρίδος οὐχ ὑπήκουον τοῖς Ἀργείοις, ὥσπερ αἱ λοιπαὶ πόλεις αἱ κατὰ τὴν Ἀργείαν, ἀλλὰ κατʼ ἰδίαν ταττόμενοι τοῖς Ἀργείοις οὐ προσεῖχον·
マイケナイ人は、自らの祖国の古い名声のために、アルゴス地方の他の都市たちのようにアルゴス人たちに従属せず、個別に独自の立場を維持してアルゴス人たちを顧みなかった。
ἠμφισβήτουν δὲ καὶ περὶ τῶν ἱερῶν τῆς Ἥρας, καὶ τὸν ἀγῶνα τῶν Νεμέων ἠξίουν αὐτοὶ διοικεῖν·
また彼らはヘラ神殿の管理権をめぐっても争い、ネメアの競技会を自分たちで主催する権利を主張した。
πρὸς δὲ τούτοις τῶν Ἀργείων ψηφισαμένων μὴ συμμαχεῖν εἰς Θερμοπύλας τοῖς Λακεδαιμονίοις, ἐὰν μὴ μέρος τῆς ἡγεμονίας αὐτοῖς παραδῶσι, μόνοι τῶν τὴν Ἀργείαν κατοικούντων συνεμάχησαν οἱ Μυκηναῖοι τοῖς Λακεδαιμονίοις.
これらに加えて、アルゴス人たちが、もし覇権の一部を自分たちに譲らなければテルモピュライでラケダイモン人たちと同盟を結ばないと決議したとき、アルゴス地方の住民の中でマイケナイ人だけがラケダイモン人たちと同盟を結んで戦った。
§11.65.3τὸ δὲ σύνολον ὑπώπτευον αὐτούς, μήποτε ἰσχύσαντες ἐπὶ πλέον τῆς ἡγεμονίας ἀμφισβητήσωσι τοῖς Ἀργείοις διὰ τὸ παλαιὸν φρόνημα τῆς πόλεως.
要するに、アルゴス人たちは、マイケナイ人がさらに強大になり、その都市の古い自負心ゆえに、自分たちから覇権を奪おうと争い始めるのではないかと疑っていた。
διὰ δὴ ταύτας τὰς αἰτίας ἀλλοτρίως διακείμενοι, πάλαι μὲν ἔσπευδον ἆραι τὴν πόλιν, τότε δὲ καιρὸν εὔθετον ἔχειν ἐνόμιζον, ὁρῶντες τοὺς Λακεδαιμονίους τεταπεινωμένους καὶ μὴ δυναμένους τοῖς Μυκηναίοις βοηθεῖν.
まさにこれらの原因から敵対関係にあった彼らは、以前からこの都市を破壊しようと努めていたが、ラケダイモン人が打ちのめされ、マイケナイ人を援助できないのを見て、今が好機であると考えた。
ἀθροίσαντες οὖν ἀξιόλογον δύναμιν ἔκ τε Ἄργους καὶ ἐκ τῶν συμμαχίδων πόλεων ἐστράτευσαν ἐπʼ αὐτούς, νικήσαντες δὲ μάχῃ τοὺς Μυκηναίους καὶ συγκλείσαντες ἐντὸς τειχῶν ἐπολιόρκουν τὴν πόλιν.
そこで、彼らはアルゴスおよび同盟都市から相当な軍勢を集めてマイケナイへと遠征し、マイケナイ人たちを戦闘で破り、城壁の内に閉じ込めて都市を包囲した。
§11.65.4οἱ δὲ Μυκηναῖοι χρόνον μέν τινα τοὺς πολιορκοῦντας εὐτόνως ἠμύνοντο, μετὰ δὲ ταῦτα λειπόμενοι τῷ πολέμῳ, καὶ τῶν Λακεδαιμονίων μὴ δυναμένων βοηθῆσαι διὰ τοὺς ἰδίους πολέμους καὶ τὴν ἐκ τῶν σεισμῶν γενομένην αὐτοῖς συμφοράν, ἄλλων δʼ οὐκ ὄντων συμμάχων, ἐρημίᾳ τῶν ἐπικουρούντων κατὰ κράτος ἥλωσαν.
マイケナイ人たちは、しばらくの間は包囲する者たちに対して精力的に防戦したが、その後、戦力において劣勢に立たされ、ラケダイモン人たちも自国内の戦争および大地震による惨禍のために救助することができず、他に同盟者もいなかったため、援助者の欠如により、力攻めによって攻略された。
§11.65.5οἱ δὲ Ἀργεῖοι τοὺς Μυκηναίους ἀνδραποδισάμενοι καὶ δεκάτην ἐξ αὐτῶν τῷ θεῷ καθιερώσαντες, τὰς Μυκήνας κατέσκαψαν.
アルゴス人たちはマイケナイ人たちを奴隷とし、彼らの十分の一を神に奉納し、マイケナイを破壊し尽くした。
αὕτη μὲν οὖν ἡ πόλις, εὐδαίμων ἐν τοῖς ἀρχαίοις χρόνοις γενομένη καὶ μεγάλους ἄνδρας ἔχουσα καὶ πράξεις ἀξιολόγους ἐπιτελεσαμένη, τοιαύτην ἔσχε τὴν καταστροφήν, καὶ διέμεινεν ἀοίκητος μέχρι τῶν καθʼ ἡμᾶς χρόνων.
かくして、古代には栄え、偉大な人物たちを擁し、特筆すべき業績を成し遂げたこの都市は、このような終焉を迎え、われわれの時代に至るまで無人のまま留まっている。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
このようにして、この年の出来事は執り行われた。