§11.50.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δρομοκλείδου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Γναῖον Μάλλιον.
アテナイでドロモクレイデスがアルコンの時、ローマ人はマルクス・ファビウスとグナエウス・マニウスを執政官に任命した。
ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι τὴν τῆς θαλάττης ἡγεμονίαν ἀποβεβληκότες ἀλόγως, βαρέως ἔφερον·
彼らの任期中に、ラケダイモン人たちは海の覇権を理不尽にも失ったことを重く受け止め、怒りを覚えた。
διὸ καὶ τοῖς ἀφεστηκόσιν ἀπʼ αὐτῶν Ἕλλησι χαλεπῶς ἔχοντες, ἠπείλουν ἐπιθήσειν αὐτοῖς τὴν προσήκουσαν τιμωρίαν.
そのため、彼らから離反したギリシア人たちに憤慨し、彼らにふさわしい報復を加えると脅していた。
§11.50.2συναχθείσης δὲ τῆς γερουσίας ἐβουλεύοντο περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς Ἀθηναίους ὑπὲρ τῆς κατὰ θάλατταν ἡγεμονίας.
元老院が招集されると、彼らは海の覇権を巡るアテナイ人に対する戦争について評議した。
§11.50.3ὁμοίως δὲ καὶ τῆς κοινῆς ἐκκλησίας συναχθείσης, οἱ μὲν νεώτεροι καὶ τῶν ἄλλων οἱ πολλοὶ φιλοτίμως εἶχον ἀνακτήσασθαι τὴν ἡγεμονίαν, νομίζοντες, ἐὰν αὐτὴν περιποιήσωνται, χρημάτων τε πολλῶν εὐπορήσειν καὶ καθόλου τὴν Σπάρτην μείζονα ποιήσεσθαι καὶ δυνατωτέραν, τούς τε τῶν ἰδιωτῶν οἴκους πολλὴν ἐπίδοσιν λήψεσθαι πρὸς εὐδαιμονίαν.
同様に民会も招集され、若者たちや他の多くの人々は覇権を奪還することに熱意を燃やしていた。 彼らは、もしそれを手に入れれば、多くの資金に恵まれ、総じてスパルタをより大きく強力にすることができ、また個人市民の家々も繁栄に向けて大いなる進歩を遂げるであろうと考えたからである。
§11.50.4ἀνεμιμνήσκοντο δὲ καὶ τῆς ἀρχαίας μαντείας, ἐν ᾗ προσέταξεν αὐτοῖς ὁ θεὸς σκοπεῖν, ὅπως μὴ χωλὴν ἔχωσι τὴν ἡγεμονίαν, καὶ τὸν χρησμὸν ἔφασαν εἰς οὐδὲν ἕτερον ἢ τὸ παρὸν λέγειν·
彼らはまた、神が彼らに覇権を不完全なものにしないよう注意せよと命じた古い神託をも思い出し、その神託は現在の状況以外の何ものをも指していないと主張した。
χωλὴν γὰρ αὐτοῖς ὑπάρξειν τὴν ἀρχήν, ἐὰν οὐσῶν δυεῖν ἡγεμονιῶν τὴν ἑτέραν ἀποβάλωσι.
なぜなら、二つの覇権が存在するなか、その一方を失ってしまえば、彼らの支配は不完全なものになるからである。
§11.50.5πάντων δὲ σχεδὸν τῶν πολιτῶν πρὸς ταύτην τὴν ὑπόθεσιν ὡρμημένων, καὶ τῆς γερουσίας συνεδρευούσης περὶ τούτων, οὐδεὶς ἤλπισεν οὐδένα τολμήσειν συμβουλεῦσαι ἕτερόν τι.
ほぼすべての市民がこの方針に傾き、元老院がこれらについて審議している時、誰も、誰かが異なる意見をあえて勧告しようなどとは予想もしていなかった。
§11.50.6τῶν δὲ ἐκ τῆς γερουσίας τις, ὄνομα μὲν Ἑτοιμαρίδας, τὸ δὲ γένος ἀφʼ Ἡρακλέους ὢν καὶ διʼ ἀρετὴν ἀποδοχῆς τυγχάνων παρὰ τοῖς πολίταις, ἐπεχείρησε συμβουλεύειν ἐᾶν τοὺς Ἀθηναίους ἐπὶ τῆς ἡγεμονίας·
しかし元老院の一人で、名はヘトイマリダスといい、血統はヘラクレスの末裔であり、その徳のために市民の間で高い信望を得ていた人物が、アテナイ人に覇権を握らせたままにしておくよう勧告を試みた。
μὴ συμφέρειν γὰρ τῇ Σπάρτῃ τῆς θαλάττης ἀμφισβητεῖν·
スパルタにとって海のことで争うのは不利益だからである。
πρὸς παράδοξον δὲ ὑπόθεσιν εἰπεῖν εὐπορήσας λόγους ἁρμόζοντας, παρὰ τὴν προσδοκίαν ἔπεισε τὴν γερουσίαν καὶ τὸν δῆμον.
そして、人々の予想に反する提案に対して適切な議論を述べることに不自由しなかったため、予想に反して元老院と民衆を説得した。
§11.50.7τέλος δὲ οἱ Λακεδαιμόνιοι κρίναντες τὸν Ἑτοιμαρίδαν συμφέροντα λέγειν ἀπέστησαν τῆς περὶ τὸν πόλεμον πρὸς τοὺς Ἀθηναίους ὁρμῆς.
最終的にラケダイモン人たちは、ヘトイマリダスが有益なことを述べていると判断し、アテナイ人に対する戦争への熱意を放棄した。
§11.50.8Ἀθηναῖοι δὲ τὸ μὲν πρῶτον προσεδόκων μέγαν πόλεμον ἕξειν πρὸς τοὺς Λακεδαιμονίους περὶ τῆς κατὰ θάλατταν ἡγεμονίας, καὶ διὰ τοῦτο τριήρεις κατεσκεύαζον πλείους καὶ χρημάτων πλῆθος ἐπορίζοντο καὶ τοῖς συμμάχοις ἐπιεικῶς προσεφέροντο·
アテナイ人は、最初は海の覇権を巡ってラケダイモン人との間に大きな戦争が起こるだろうと予想しており、そのために、より多くの三段櫂船を建造し、多額の資金を調達し、同盟国に対しては寛大に接していた。
ὡς δὲ τὰ δοχθέντα τοῖς Λακεδαιμονίοις ἐπύθοντο, τοῦ μὲν φόβου τοῦ κατὰ τὸν πόλεμον ἀπελύθησαν, περὶ δὲ τὴν αὔξησιν τῆς ἰδίας πόλεως ἠσχολοῦντο.
しかし、ラケダイモン人たちの決定を知ると、戦争への恐怖から解放され、自国の増大に専念するようになった。