§11.49.1Ἱέρων δὲ τούς τε Ναξίους καὶ τοὺς Καταναίους ἐκ τῶν πόλεων ἀναστήσας, ἰδίους οἰκήτορας ἀπέστειλεν, ἐκ μὲν Πελοποννήσου πεντακισχιλίους ἀθροίσας, ἐκ δὲ Συρακουσῶν ἄλλους τοσούτους προσθείς·
一方、ヒエロンはナクソス人とカタネ人を彼らの都市から退去させ、ペロポネソスから五千人を集め、シラクサから同数の別の五千人を加えて、自身(の支配下)の植民者たちを送り込んだ。
καὶ τὴν μὲν Κατάνην μετωνόμασεν Αἴτνην, τὴν δὲ χώραν οὐ μόνον τὴν Καταναίαν, ἀλλὰ καὶ πολλὴν τῆς ὁμόρου προσθεὶς κατεκληρούχησε, μυρίους πληρώσας οἰκήτορας.
そしてカタネをアイトナと改名し、カタネの土地だけでなく、隣接する多くの土地をも加えて分配し、植民者を一万人に満たした。
§11.49.2τοῦτο δʼ ἔπραξε σπεύδων ἅμα μὲν ἔχειν βοήθειαν ἑτοίμην ἀξιόλογον πρὸς τὰς ἐπιούσας χρείας, ἅμα δὲ καὶ ἐκ τῆς γενομένης μυριάνδρου πόλεως τιμὰς ἔχειν ἡρωικάς.
彼がこれを行ったのは、将来生じうる必要に備えてすぐに役立つ有力な援助勢力を確保することと、同時に、一万人を擁する規模となったこの都市から、英雄としての栄誉を受けることの双方を切望したからであった。
τοὺς δὲ Ναξίους καὶ τοὺς Καταναίους ἐκ τῶν πατρίδων ἀνασταθέντας μετῴκισεν εἰς τοὺς Λεοντίνους, καὶ μετὰ τῶν ἐγχωρίων προσέταξε κατοικεῖν τὴν πόλιν.
一方、祖国から退去させられたナクソス人とカタネ人をレオンティノイに移住させ、現地の住民と共にその都市に居住することを命じた。
§11.49.3Θήρων δὲ μετὰ τὴν Ἱμεραίων σφαγὴν ὁρῶν τὴν πόλιν οἰκητόρων δεομένην, συνῴκισεν εἰς ταύτην τούς τε Δωριεῖς καὶ τῶν ἄλλων τοὺς βουλομένους ἐπολιτογράφησεν.
他方、テロンはヒメラ人の虐殺の後、その都市が住民を必要としているのを見て、そこにドリス人たちを共同で居住させ、また他の者のうち希望する人々を市民として登録した。
§11.49.4οὗτοι μὲν οὖν μετʼ ἀλλήλων καλῶς πολιτευόμενοι διετέλεσαν ἔτη πεντήκοντα καὶ ὀκτώ·
こうして彼らは、互いに良好な関係で市民生活を五十八年間送り続けた。
τότε δὲ τῆς πόλεως ὑπὸ Καρχηδονίων χειρωθείσης καὶ κατασκαφείσης, διέμεινεν ἀοίκητος μέχρι τῶν καθʼ ἡμᾶς καιρῶν.
しかし、その後にこの都市がカルタゴ人によって征服され破壊されると、我々の時代に至るまで無人のまま残された。