§11.50.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δρομοκλείδου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Γναῖον Μάλλιον.
When Dromocleides was archon in Athens, the Romans appointed Marcus Fabius and Gnaeus Mallius consuls.
ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι τὴν τῆς θαλάττης ἡγεμονίαν ἀποβεβληκότες ἀλόγως, βαρέως ἔφερον· διὸ καὶ τοῖς ἀφεστηκόσιν ἀπʼ αὐτῶν Ἕλλησι χαλεπῶς ἔχοντες, ἠπείλουν ἐπιθήσειν αὐτοῖς τὴν προσήκουσαν τιμωρίαν.
Under their term, the Lacedaemonians, having lost the hegemony of the sea without good reason, took it hard; and therefore, being angry with the Greeks who had revolted from them, they threatened to inflict upon them the appropriate punishment.
§11.50.2συναχθείσης δὲ τῆς γερουσίας ἐβουλεύοντο περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς Ἀθηναίους ὑπὲρ τῆς κατὰ θάλατταν ἡγεμονίας.
When the Senate was assembled, they deliberated on the war against the Athenians for the hegemony of the sea.
§11.50.3ὁμοίως δὲ καὶ τῆς κοινῆς ἐκκλησίας συναχθείσης, οἱ μὲν νεώτεροι καὶ τῶν ἄλλων οἱ πολλοὶ φιλοτίμως εἶχον ἀνακτήσασθαι τὴν ἡγεμονίαν, νομίζοντες, ἐὰν αὐτὴν περιποιήσωνται, χρημάτων τε πολλῶν εὐπορήσειν καὶ καθόλου τὴν Σπάρτην μείζονα ποιήσεσθαι καὶ δυνατωτέραν, τούς τε τῶν ἰδιωτῶν οἴκους πολλὴν ἐπίδοσιν λήψεσθαι πρὸς εὐδαιμονίαν.
Likewise, when the general Assembly was also assembled, the younger men and the majority of the others were eager to recover the hegemony, thinking that, if they acquired it, they would abound in great wealth, make Sparta as a whole greater and more powerful, and the estates of private citizens would receive a great increase toward prosperity.
§11.50.4ἀνεμιμνήσκοντο δὲ καὶ τῆς ἀρχαίας μαντείας, ἐν ᾗ προσέταξεν αὐτοῖς ὁ θεὸς σκοπεῖν, ὅπως μὴ χωλὴν ἔχωσι τὴν ἡγεμονίαν, καὶ τὸν χρησμὸν ἔφασαν εἰς οὐδὲν ἕτερον ἢ τὸ παρὸν λέγειν· χωλὴν γὰρ αὐτοῖς ὑπάρξειν τὴν ἀρχήν, ἐὰν οὐσῶν δυεῖν ἡγεμονιῶν τὴν ἑτέραν ἀποβάλωσι.
They also recalled the ancient oracle in which the god commanded them to see to it that they did not have a lame hegemony, and they asserted that the oracle referred to nothing other than the present situation; for their rule would be lame for them if, when there were two hegemonies, they should lose one of them.
§11.50.5πάντων δὲ σχεδὸν τῶν πολιτῶν πρὸς ταύτην τὴν ὑπόθεσιν ὡρμημένων, καὶ τῆς γερουσίας συνεδρευούσης περὶ τούτων, οὐδεὶς ἤλπισεν οὐδένα τολμήσειν συμβουλεῦσαι ἕτερόν τι.
When almost all the citizens had set their hearts on this project, and the Senate was sitting in council on these matters, no one expected that anyone would dare to advise any other course.
§11.50.6τῶν δὲ ἐκ τῆς γερουσίας τις, ὄνομα μὲν Ἑτοιμαρίδας, τὸ δὲ γένος ἀφʼ Ἡρακλέους ὢν καὶ διʼ ἀρετὴν ἀποδοχῆς τυγχάνων παρὰ τοῖς πολίταις, ἐπεχείρησε συμβουλεύειν ἐᾶν τοὺς Ἀθηναίους ἐπὶ τῆς ἡγεμονίας· μὴ συμφέρειν γὰρ τῇ Σπάρτῃ τῆς θαλάττης ἀμφισβητεῖν·
But one of the members of the Senate, named Hetoemaridas, who was by descent from Heracles and enjoyed acceptance among the citizens because of his virtue, undertook to advise them to leave the Athenians in possession of the hegemony; for he argued that it was not to Sparta's advantage to dispute the sea.
πρὸς παράδοξον δὲ ὑπόθεσιν εἰπεῖν εὐπορήσας λόγους ἁρμόζοντας, παρὰ τὴν προσδοκίαν ἔπεισε τὴν γερουσίαν καὶ τὸν δῆμον.
And having found no lack of fitting arguments to speak in support of an unexpected proposal, contrary to expectation he persuaded both the Senate and the people.
§11.50.7τέλος δὲ οἱ Λακεδαιμόνιοι κρίναντες τὸν Ἑτοιμαρίδαν συμφέροντα λέγειν ἀπέστησαν τῆς περὶ τὸν πόλεμον πρὸς τοὺς Ἀθηναίους ὁρμῆς.
In the end, the Lacedaemonians, deciding that Hetoemaridas was speaking what was to their advantage, abandoned their impulse for the war against the Athenians.
§11.50.8Ἀθηναῖοι δὲ τὸ μὲν πρῶτον προσεδόκων μέγαν πόλεμον ἕξειν πρὸς τοὺς Λακεδαιμονίους περὶ τῆς κατὰ θάλατταν ἡγεμονίας, καὶ διὰ τοῦτο τριήρεις κατεσκεύαζον πλείους καὶ χρημάτων πλῆθος ἐπορίζοντο καὶ τοῖς συμμάχοις ἐπιεικῶς προσεφέροντο· ὡς δὲ τὰ δοχθέντα τοῖς Λακεδαιμονίοις ἐπύθοντο, τοῦ μὲν φόβου τοῦ κατὰ τὸν πόλεμον ἀπελύθησαν, περὶ δὲ τὴν αὔξησιν τῆς ἰδίας πόλεως ἠσχολοῦντο.
The Athenians, on their part, at first expected to have a great war with the Lacedaemonians for the hegemony of the sea, and for this reason they constructed more triremes, raised a great sum of money, and behaved with moderation toward their allies; but when they learned of the decisions made by the Lacedaemonians, they were relieved of their fear of war and occupied themselves with the growth of their own city.