Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §11.4.1-11.4.7

ギリシア同盟軍の配備とレオニダスの出陣

5 / 723 箇所 · ギリシア語

要旨

ペルシア軍の接近に伴い、ギリシアの同盟軍はアルテミシオンへの海軍派遣とテルモピュライへの陸軍派遣を決定し、レオニダス王はわずかな手勢を率いて死を覚悟した防衛戦へと赴く。

§11.4.1τοῖς δὲ συνέδροις τῶν Ἑλλήνων, ἐπειδὴ πλησίον εἶναι προσαπηγγέλθησαν αἱ τῶν Περσῶν δυνάμεις, ἔδοξε ταχέως ἀποστέλλειν τὴν μὲν ναυτικὴν δύναμιν ἐπʼ Ἀρτεμίσιον τῆς Εὐβοίας, εὔθετον ὁρῶσι τὸν τόπον τοῦτον πρὸς τὴν ἀπάντησιν τῶν πολεμίων, εἰς δὲ τὰς Θερμοπύλας τοὺς ἱκανοὺς ὁπλίτας, προκαταληψομένους τὰς ἐν τοῖς στενοῖς παρόδους καὶ κωλύσοντας προάγειν ἐπὶ τὴν Ἑλλάδα τοὺς βαρβάρους·
ギリシア人の代表たちには、ペルシア軍が近くに迫っているとの追加の報告が入ると、直ちに海軍をエウボイアのアテミシオンへ派遣することが決定された。 彼らは、この場所が敵を迎え撃つのに適していると見ていたからである。 また、テルモピュライには十分な数の重装歩兵を派遣し、狭隘路の通路を先んじて占拠して、野蛮人たちがギリシアへ前進するのを阻止することとした。
ἔσπευδον γὰρ τοὺς τὰ τῶν Ἑλλήνων προελομένους ἐντὸς περιλαβεῖν καὶ σώζειν εἰς τὸ δυνατὸν τοὺς συμμάχους.
彼らは、ギリシア側の立場を選択した者たちを(防衛線の)内側に抱え込み、可能な限り同盟者たちを救うよう急いでいたからである。
§11.4.2ἡγεῖτο δὲ τοῦ μὲν στόλου παντὸς Εὐρυβιάδης ὁ Λακεδαιμόνιος, τῶν δὲ εἰς Θερμοπύλας ἐκπεμφθέντων Λεωνίδης ὁ τῶν Σπαρτιατῶν βασιλεύς, μέγα φρονῶν ἐπʼ ἀνδρείᾳ καὶ στρατηγίᾳ.
全艦隊の指揮はラケダイモン人エウリュビアデスが執り、テルモピュライに派遣された者たちの指揮は、勇気と将才において大いに誇り高いスパルタ人の王レオニダスが執った。
οὗτος δὲ λαβὼν τὴν ἐξουσίαν ἐπήγγειλε χιλίους μόνον ἐπὶ τὴν στρατείαν ἀκολουθεῖν αὐτῷ.
彼は指揮権を得ると、わずか千人だけが遠征に彼に随行するようにと命じた。
§11.4.3τῶν δὲ ἐφόρων λεγόντων ὡς ὀλίγους παντελῶς ἄγει πρὸς μεγάλην δύναμιν, καὶ προσταττόντων πλείονας παραλαμβάνειν, εἶπε πρὸς αὐτοὺς ἐν ἀπορρήτοις ὅτι πρὸς μὲν τὸ κωλῦσαι τοὺς βαρβάρους διελθεῖν τὰς παρόδους ὀλίγοι, πρὸς μέντοι γε τὴν πρᾶξιν ἐφʼ ἣν πορεύονται νῦν πολλοί.
監督官たちが、大軍に対して彼が率いていく人数は全く少なすぎると言い、もっと多くの軍勢を連れて行くよう命じたとき、彼は彼らに秘密裏にこう言った。 「野蛮人たちが通路を通過するのを阻止するためには彼らは少ないが、しかし、彼らが今赴こうとしているその任務に対しては、十分に多いのだ」と。
§11.4.4αἰνιγματώδους δὲ καὶ ἀσαφοῦς τῆς ἀποκρίσεως γενομένης, ἐπηρώτησαν αὐτὸν εἰ πρὸς εὐτελῆ τινα πρᾶξιν αὐτοὺς ἄγειν διανοεῖται.
その回答が謎めいていて曖昧であったため、彼らは、彼が彼らを何か取るに足りない任務に引き連れていく腹づもりなのかと尋ねた。
ἀπεκρίθη δὲ ὅτι τῷ λόγῳ μὲν ἐπὶ τὴν φυλακὴν ἄγει τῶν παρόδων, τῷ δʼ ἔργῳ περὶ τῆς κοινῆς ἐλευθερίας ἀποθανουμένους·
彼は答えて言った。 「名目的には通路の守備へと彼らを率いていくが、実際には、彼らは共通の自由のために死にゆく者たちとして率いていくのだ。
ὥστε ἐὰν μὲν οἱ χίλιοι πορευθῶσιν, ἐπιφανεστέραν ἔσεσθαι τὴν Σπάρτην τούτων τελευτηκότων, ἐὰν δὲ πανδημεὶ στρατεύσωσι Λακεδαιμόνιοι, παντελῶς ἀπολεῖσθαι τὴν Λακεδαίμονα·
したがって、もしその千人が赴くならば、彼らが死んだ後にスパルタはより輝かしいものとなるが、もしラケダイモン人が総出で従軍するならば、ラケダイモンは完全に滅びるであろう。
οὐδένα γὰρ αὐτῶν τολμήσειν φεύγειν, ἵνα τύχῃ σωτηρίας.
彼らのうち誰も、生存を得るために逃亡することをあえてしないであろうからである」と。
§11.4.5τῶν μὲν οὖν Λακεδαιμονίων ἦσαν χίλιοι, καὶ σὺν αὐτοῖς Σπαρτιᾶται τριακόσιοι, τῶν δʼ ἄλλων Ἑλλήνων τῶν ἅμʼ αὐτοῖς συνεκπεμφθέντων ἐπὶ τὰς Θερμοπύλας τρισχίλιοι.
さて、ラケダイモン人は千人であり、彼らとともにスパルタ市民が三百人いた。 彼らとともにテルモピュライに派遣された他のギリシア人は三千人であった。
§11.4.6ὁ μὲν οὖν Λεωνίδης μετὰ τετρακισχιλίων προῆγεν ἐπὶ τὰς Θερμοπύλας, Λοκροὶ δὲ οἱ πλησίον τῶν παρόδων κατοικοῦντες ἐδεδώκεσαν μὲν γῆν καὶ ὕδωρ τοῖς Πέρσαις, κατεπηγγελμένοι δʼ ἦσαν προκαταλήψεσθαι τὰς παρόδους· ὡς δʼ ἐπύθοντο τὸν Λεωνίδην ἥκειν εἰς Θερμοπύλας, μετενόησαν καὶ μετέθεντο πρὸς τοὺς Ἕλληνας.
こうしてレオニダスは四千人を率いてテルモピュライへと進軍した。 一方、通路の近くに住むロクリス人たちは、すでにペルシア人に土と水を差し出しており、通路を先んじて占拠することを約束していたが、レオニダスがテルモピュライに到着したことを知ると、後悔し、ギリシア人の側へと寝返った。
§11.4.7ἧκον δὲ εἰς τὰς Θερμοπύλας καὶ Λοκροὶ χίλιοι καὶ Μηλιέων τοσοῦτοι καὶ Φωκέων οὐ πολὺ λειπόμενοι τῶν χιλίων, ὁμοίως δὲ καὶ Θηβαίων ἀπὸ τῆς ἑτέρας μερίδος ὡς τετρακόσιοι·
またテルモピュライには、ロクリス人千人、メリエウス人同数、フォキス人千人に少し足りない数が到着し、同様に、他方の派閥に属するテーバイ人も約四百人到着した。
διεφέροντο γὰρ οἱ τὰς Θήβας κατοικοῦντες πρὸς ἀλλήλους περὶ τῆς πρὸς τοὺς Πέρσας συμμαχίας.
というのも、テーバイに住む者たちはペルシア人との同盟をめぐって互いに対立していたからである。
οἱ μὲν οὖν μετὰ Λεωνίδου συνταχθέντες Ἕλληνες τοσοῦτοι τὸν ἀριθμὸν ὄντες διέτριβον περὶ τὰς Θερμοπύλας, ἀναμένοντες τὴν τῶν Περσῶν παρουσίαν.
こうして、レオニダスのもとに整列したギリシア人たちは、この数でテルモピュライ周辺に留まり、ペルシア軍の到来を待ち受けた。

語釈・文法注

  1. 11.4.1εὔθετον ὁρῶσι τὸν τόπον τοῦτον — 現在分詞・能動・与格複数形のὁρῶσι(〜と見ている)は、文頭の与格名詞句 τοῖς δὲ συνέδροις τῶν Ἑλλήνων(ギリシア人の代表たちには)を意味上の主語として修飾している。中間に挿入された ἐπειδὴ 節によって主格から離れているが、彼らの判断の理由を示す分詞構文として機能している。
  2. 11.4.3πρὸς μὲν τὸ κωλῦσαι τοὺς βαρβάρους διελθεῖν τὰς παρόδους ὀλίγοι — πρὸς τὸ κωλῦσαι は前置詞 πρός と冠詞付き不定詞(目的・適性を表す)からなり、「阻止することに対しては」の意。その不定詞の文法上の対格目的語が τοὺς βαρβάρους(野蛮人を)であり、さらにその行動を制限する不定詞 διελθεῖν(通過することを)が κωλῦσαι に従属している。ὀλίγοι は文脈上省略されている主語(随行する兵士たち)の述語形容詞。
  3. 11.4.4ἀποθανουμένους — 未来分詞・能動・対格複数形。主節の動詞 ἄγει(率いる)の省略された対格目的語(αὐτούς 「彼らを」)を修飾し、目的または結果のニュアンスを含みつつ「死にゆく者たちとして」と解釈される。間接話法の ὅτι 節の中で、実際の意図(τῷ δʼ ἔργῳ)を鮮明にする対比として使われている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §11.4.1-11.4.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.4.1-11.4.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。