§11.47.1εὐθὺς οὖν ὁ μὲν Ἀριστείδης συνεβούλευε τοῖς συμμάχοις ἅπασι κοινὴν ἄγουσι σύνοδον ἀποδεῖξαι τὴν Δῆλον κοινὸν ταμιεῖον, καὶ τὰ χρήματα πάντα τὰ συναγόμενα εἰς ταύτην κατατίθεσθαι, πρὸς δὲ τὸν ἀπὸ τῶν Περσῶν ὑποπτευόμενον πόλεμον τάξαι φόρον ταῖς πόλεσι πάσαις κατὰ δύναμιν, ὥστε γίνεσθαι τὸ πᾶν ἄθροισμα ταλάντων πεντακοσίων καὶ ἑξήκοντα.
それゆえ直ちに、アリステイデスは、共同の会議を開催しているすべての同盟諸国に対して、デロス島を共同の金庫に指定し、集められたすべての資金をそこへ保管すること、また、ペルシア人から予想される戦争に備えて、すべての都市に国力に応じた貢納金を割り当て、その総額が五百六十タラントンになるようにすることを勧告した。
§11.47.2ταχθεὶς δὲ ἐπὶ τὴν διάταξιν τῶν φόρων, οὕτως ἀκριβῶς καὶ δικαίως τὸν διαμερισμὸν ἐποίησεν ὥστε πάσας τὰς πόλεις εὐδοκῆσαι.
そして彼は貢納金の査定に任命されると、非常に正確かつ公正にその配分を行ったので、すべての都市が満足した。
διὸ καὶ δοκῶν ἕν τι τῶν ἀδυνάτων ἔργων συντετελεκέναι, μεγίστην ἐπὶ δικαιοσύνῃ δόξαν ἐκτήσατο καὶ διὰ τὴν ὑπερβολὴν τῆς δικαιοσύνης δίκαιος ἐπωνομάσθη.
それゆえ、不可能な事業の一つを成し遂げたと思われるほどになり、彼は正義において最大の評判を獲得し、その極めて優れた正義のゆえに「義人」と仇名された。
§11.47.3ὑφʼ ἕνα δὲ καὶ τὸν αὐτὸν καιρὸν ἡ μὲν τοῦ Παυσανίου κακία τῆς κατὰ θάλατταν ἡγεμονίας ἐστέρησε τοὺς πολίτας, ἡ Ἀριστείδου δὲ κατὰ πᾶν ἀρετὴ τὰς Ἀθήνας τὴν οὐκ οὖσαν στρατηγίαν ἐποίησε κτήσασθαι.
しかし、まさに同一の時期に、一方ではパウサニアスの邪悪さが同胞から海の覇権を奪い、他方ではあらゆる面におけるアリステイデスの徳が、アテナイに、以前には存在しなかった指導権を獲得させたのである。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
さて、これらのことがこの年のうちに起こった。