§11.30.1Μαρδόνιος δὲ πυθόμενος τὴν τῶν πολεμίων δύναμιν προάγειν ἐπὶ Βοιωτίας, προῆλθεν ἐκ τῶν Θηβῶν·
マルドニオスは、敵の軍勢がボイオティアへと進軍していることを知ると、テバイから進出した。
καὶ παραγενόμενος ἐπὶ τὸν Ἀσωπὸν ποταμὸν ἔθετο παρεμβολήν, ἣν ὠχύρωσε τάφρῳ βαθείᾳ καὶ τείχει ξυλίνῳ περιέλαβεν.
そしてアソポス川に到着すると陣を敷き、そこを深い濠で要塞化し、木の柵で囲んだ。
ἦν δὲ ὁ σύμπας ἀριθμὸς τῶν μὲν Ἑλλήνων εἰς δέκα μυριάδας, τῶν δὲ βαρβάρων εἰς πεντήκοντα.
ギリシア人の総数は十万に、蛮族のそれは五十万に達していた。
§11.30.2πρῶτοι δὲ κατήρξαντο μάχης οἱ βάρβαροι νυκτὸς ἐκχυθέντες ἐπʼ αὐτοὺς καὶ πᾶσι τοῖς ἱππεῦσι πρὸς τὴν στρατοπεδείαν ἐπελάσαντες.
しかし、最初に戦闘を開始したのは蛮族であり、彼らは夜間に襲いかかり、すべての騎兵を率いてその陣営に向かって進撃した。
τῶν δὲ Ἀθηναίων προαισθομένων καὶ συντεταγμένῃ τῇ στρατιᾷ τεθαρρηκότως ἀπαντώντων, συνέβη καρτερὰν γενέσθαι μάχην.
アテナイ人がこれをあらかじめ察知し、整えられた軍勢とともに勇敢に迎え撃ったため、激しい戦闘が起こるに至った。
§11.30.3τέλος δὲ τῶν Ἑλλήνων οἱ μὲν ἄλλοι πάντες τοὺς καθʼ αὑτοὺς ταχθέντας τῶν βαρβάρων ἐτρέψαντο, μόνοι δὲ Μεγαρεῖς πρός τε τὸν ἵππαρχον καὶ τοὺς ἀρίστους τῶν Περσῶν ἱππεῖς ἀνθεστῶτες, καὶ πιεζόμενοι τῇ μάχῃ, τὴν μὲν τάξιν οὐ κατέλιπον, πρὸς δὲ τοὺς Ἀθηναίους καὶ Λακεδαιμονίους πέμψαντές τινας ἐξ αὐτῶν ᾔτουν κατὰ τάχος βοηθῆσαι.
そしてついに、ギリシア人のうち他の者たちは全員、自分たちの前に配置された蛮族の部隊を敗走させたが、ただメガラ人だけは、騎兵指揮官およびペルシア人の最精鋭の騎兵たちに対峙し、戦いで苦戦を強いられながらも、陣形を放棄することはせず、自分たちのうちの数名をアテナイ人とラケダイモン人のもとに派遣して、大至急救援に来るよう要請した。
§11.30.4Ἀριστείδου δὲ τοὺς περὶ αὐτὸν τῶν Ἀθηναίων ταχέως ἀποστείλαντος τοὺς ἐπιλέκτους, συστραφέντες οὗτοι καὶ προσπεσόντες τοῖς βαρβάροις τοὺς μὲν Μεγαρεῖς ἐξείλοντο τῶν κινδύνων τῶν ἐπικειμένων, τῶν δὲ Περσῶν αὐτόν τε τὸν ἵππαρχον καὶ πολλοὺς ἄλλους ἀποκτείναντες τοὺς λοιποὺς ἐτρέψαντο.
アリステイデスが自分の周りにいたアテナイ人の精鋭を素早く派遣したところ、彼らは団結して蛮族に襲いかかり、メガラ人を迫り来る危険から救い出し、ペルシア人の側は、騎兵指揮官本人と他の多くの者たちを討ち取って、残りの者たちを敗走させた。
οἱ μὲν οὖν Ἕλληνες, ὡσπερεί τινι προαγῶνι λαμπρῶς προτερήσαντες, εὐέλπιδες ἐγένοντο περὶ τῆς ὁλοσχεροῦς νίκης·
こうしてギリシア人たちは、いわば前哨戦のようなもので輝かしい勝利を収めたため、完全な勝利について大いに希望を抱くようになった。
μετὰ δὲ ταῦτα ἐκ τῆς ὑπωρείας μετεστρατοπέδευσαν εἰς ἕτερον τόπον εὐθετώτερον πρὸς τὴν ὁλοσχερῆ νίκην.
こののち、彼らは山麓から、完全な勝利に向けてより好都合な別の場所へと陣を移した。
§11.30.5ἦν γὰρ ἐκ μὲν τῶν δεξιῶν γεώλοφος ὑψηλός, ἐκ δὲ τῶν εὐωνύμων ὁ Ἀσωπὸς ποταμός·
というのも、右側には高い丘があり、左側にはアソポス川が流れていたからである。
τὸν δʼ ἀνὰ μέσον τόπον ἐπεῖχεν ἡ στρατοπεδεία, πεφραγμένη τῇ φύσει καὶ ταῖς τῶν τόπων ἀσφαλείαις.
その中間の場所を陣営が占めており、自然の地形とその場所の安全性によって守られていた。
§11.30.6τοῖς μὲν οὖν Ἕλλησιν ἐμφρόνως βουλευσαμένοις πολλὰ συνεβάλετο πρὸς τὴν νίκην ἡ τῶν τόπων στενοχωρία·
それゆえ、賢明に計ったギリシア人たちにとって、その場所の狭さが勝利に大いに貢献した。
οὐ γὰρ ἦν ἐπὶ πολὺ μῆκος παρεκτείνειν τὴν φάλαγγα τῶν Περσῶν, ὥστε ἀχρήστους εἶναι συνέβαινε τὰς πολλὰς μυριάδας τῶν βαρβάρων.
ペルシア人の戦列を長く引き伸ばすことができなかったため、蛮族の数万の大軍が役に立たない結果となったからである。
διόπερ οἱ περὶ τὸν Παυσανίαν καὶ Ἀριστείδην θαρρήσαντες τοῖς τόποις προῆγον τὴν δύναμιν εἰς τὴν μάχην, καὶ συντάξαντες ἑαυτοὺς οἰκείως τῆς περιστάσεως ἦγον ἐπὶ τοὺς πολεμίους.
したがって、パウサニアスやアリステイデスの一行は地形に自信を得て、軍勢を戦闘へと進め、状況に適した形で陣形を整えて敵に向かって進撃した。