§11.31.1Μαρδόνιος δὲ συναναγκαζόμενος βαθεῖαν ποιῆσαι τὴν φάλαγγα, διέταξε τὴν δύναμιν ὅπως ποτʼ ἔδοξεν αὐτῷ συμφέρειν, καὶ μετὰ βοῆς ἀπήντησε τοῖς Ἕλλησιν.
マルドニオスは、みずからの戦列を深くすることを余儀なくされたため、彼にとって有利であると思われた方法で軍勢を配置し、叫び声とともにギリシア人を迎え撃った。
ἔχων δὲ περὶ αὐτὸν τοὺς ἀρίστους πρῶτος ἐνέβαλεν εἰς τοὺς ἀντιτεταγμένους Λακεδαιμονίους, καὶ γενναίως ἀγωνισάμενος πολλοὺς ἀνεῖλε τῶν Ἑλλήνων·
彼は自分の周囲に最精鋭の者たちを従え、対峙するラケダイモン人に真っ先に突撃し、勇敢に戦って多くのギリシア人を討ち取った。
ἀντιταχθέντων δὲ τῶν Λακεδαιμονίων εὐρώστως, καὶ πάντα κίνδυνον ὑπομενόντων προθύμως, πολὺς ἐγίνετο φόνος τῶν βαρβάρων.
しかし、ラケダイモン人が力強く対抗し、あらゆる危険を熱心に耐え忍んだため、蛮族の多大な殺戮が起こった。
§11.31.2ἕως μὲν οὖν συνέβαινε τὸν Μαρδόνιον μετὰ τῶν ἐπιλέκτων προκινδυνεύειν, εὐψύχως ὑπέμενον τὸ δεινὸν οἱ βάρβαροι·
それゆえ、マルドニオスが精鋭たちとともに危険の最前線で戦っている間は、蛮族は勇敢に危機を耐え忍んでいた。
ἐπεὶ δʼ ὅ τε Μαρδόνιος ἀγωνιζόμενος ἐκθύμως ἔπεσε καὶ τῶν ἐπιλέκτων οἱ μὲν ἀπέθανον, οἱ δὲ κατετρώθησαν, ἀνατραπέντες ταῖς ψυχαῖς πρὸς φυγὴν ὥρμησαν.
しかし、マルドニオスが激しく戦った末に倒れ、精鋭たちのうちある者は戦死し、ある者は負傷すると、彼らは戦意を喪失して敗走し始めた。
§11.31.3ἐπικειμένων δὲ τῶν Ἑλλήνων, οἱ μὲν πλείους τῶν βαρβάρων εἰς τὸ ξύλινον τεῖχος συνέφυγον, τῶν δʼ ἄλλων οἱ μὲν μετὰ Μαρδονίου ταχθέντες Ἕλληνες εἰς τὰς Θήβας ἀνεχώρησαν, τοὺς δὲ λοιποὺς ὄντας πλείους τῶν τετρακισμυρίων ἀναλαβὼν Ἀρτάβαζος, ἀνὴρ παρὰ Πέρσαις ἐπαινούμενος, εἰς θάτερον μέρος ἔφυγε, καὶ σύντονον τὴν ἀναχώρησιν ποιησάμενος προῆγεν ἐπὶ τῆς Φωκίδος.
ギリシア人が追撃してくると、蛮族の大部分は木の柵へと逃げ込んだ。 他の者のうち、マルドニオスとともに配置されていたギリシア人はテバイへと退却した。 しかし、ペルシア人の間で称賛されていた人物であるアルタバゾスは、残りの四万人を超える軍勢を率いて、別の方向へと逃れ、迅速な退却を行ってフォキスへと進んだ。