Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §11.2.1-11.2.6

クセルクセスの大軍編成とギリシア軍のテムペ撤退

3 / 723 箇所 · ギリシア語

要旨

クセルクセスはカルタゴを凌ぐ大軍と千二百隻以上の船を用意し、ヘレスポントスに橋を架けアトス山を穿つ大工事を行いながら進軍した。これに対しギリシア側はテムペ峡谷へ防衛部隊を送るが、近隣都市の降伏により撤退を余儀なくされる。

§11.2.1ὁ δὲ Ξέρξης ἁμιλλώμενος πρὸς τὴν τῶν Καρχηδονίων σπουδήν, ὑπερεβάλετο πάσαις ταῖς παρασκευαῖς τοσοῦτον ὅσον καὶ τῷ πλήθει τῶν ἐθνῶν ὑπερεῖχε Καρχηδονίων.
一方、クセルクセスはカルタゴ人の熱意と競い合いながら、彼が支配する民族の数においてカルタゴ人を上回っているのと同程度に、すべての準備において彼らを凌駕した。
ἤρξατο δὲ ναυπηγεῖσθαι κατὰ πᾶσαν τὴν παραθαλάττιον τὴν ὑπʼ αὐτὸν ταττομένην, Αἴγυπτόν τε καὶ Φοινίκην καὶ Κύπρον, πρὸς δὲ τούτοις Κιλικίαν καὶ Παμφυλίαν καὶ Πισιδικήν, ἔτι δὲ Λυκίαν καὶ Καρίαν καὶ Μυσίαν καὶ Τρῳάδα καὶ τὰς ἐφʼ Ἑλλησπόντῳ πόλεις καὶ τὴν Βιθυνίαν καὶ τὸν Πόντον.
そして彼は、自らの支配下にある沿岸地域すべて、すなわちエジプト、フェニキア、キプロス、さらにキリキア、パンフリア、ピシディア、さらにはリュキア、カリア、ミュシア、トロアス、ヘレスポントス沿岸の諸都市、ビテュニア、ポントスにおいて造船を開始した。
ὁμοίως δὲ τοῖς Καρχηδονίοις τριετῆ χρόνον παρασκευασάμενος κατεσκεύασε ναῦς μακρὰς πλείους τῶν χιλίων καὶ διακοσίων.
そしてカルタゴ人と同様に三年の歳月を準備に費やしたのち、千二百隻を超える長船(軍船)を建造した。
§11.2.2συνεβάλετο δὲ αὐτῷ καὶ ὁ πατὴρ Δαρεῖος, πρὸ τῆς τελευτῆς παρασκευὰς πεποιημένος μεγάλων δυνάμεων·
また、彼の父ダレイオスも、死の前に大軍の準備を行っていたことで彼に貢献していた。
καὶ γὰρ ἐκεῖνος ἡττημένος ὑπὸ Ἀθηναίων ἐν Μαραθῶνι Δάτιδος ἡγουμένου, χαλεπῶς διέκειτο πρὸς τοὺς νενικηκότας Ἀθηναίους.
というのも、彼もまた、ダティスの指揮のもとマラトンにおいてアテナイ人に敗北していたため、勝利者であるアテナイ人に対して強い敵意を抱いていたからである。
ἀλλὰ Δαρεῖος μὲν μέλλων ἤδη διαβαίνειν ἐπὶ τοὺς Ἕλληνας ἐμεσολαβήθη τελευτήσας, ὁ δὲ Ξέρξης διά τε τὴν τοῦ πατρὸς ἐπιβολὴν καὶ τὴν τοῦ Μαρδονίου συμβουλίαν, καθότι προείρηται, διέγνω πολεμεῖν τοῖς Ἕλλησιν.
しかし、ダレイオスはまさにギリシア人への渡海を行おうとしていた時に、死によって中途で遮られた。 一方、クセルクセスは、父の計画と、先に述べたようなマルドニオスの助言の双方によって、ギリシア人と戦争することを決意した。
§11.2.3ὡς δʼ αὐτῷ πάντα τὰ πρὸς τὴν στρατείαν ἡτοίμαστο, τοῖς μὲν ναυάρχοις παρήγγειλεν ἀθροίζειν τὰς ναῦς εἰς Κύμην καὶ Φώκαιαν, αὐτὸς δʼ ἐξ ἁπασῶν τῶν σατραπειῶν συναγαγὼν τὰς πεζὰς καὶ ἱππικὰς δυνάμεις, προῆγεν ἐκ τῶν Σούσων.
遠征のためのすべての準備が彼にとって整うと、彼は海軍指揮官たちに船をキュメとポカイアに集結させるよう命じ、自身はすべてのサトラペイアから陸軍と騎兵の軍勢を集め、スサから進軍した。
ὡς δʼ ἧκεν εἰς Σάρδεις, κήρυκας ἐξέπεμψεν εἰς τὴν Ἑλλάδα, προστάξας εἰς πάσας τὰς πόλεις ἰέναι καὶ τοὺς Ἕλληνας αἰτεῖν ὕδωρ καὶ γῆν.
そしてサルデイスに到着すると、彼はギリシアに使者を派遣し、すべての都市に赴いてギリシア人に水と土を要求するよう命じた。
§11.2.4τὴν δὲ στρατιὰν διελόμενος ἐξαπέστειλε τοὺς ἱκανοὺς ζεῦξαι μὲν τὸν Ἑλλήσποντον, διασκάψαι δὲ τὸν Ἄθω κατὰ τὸν αὐχένα τῆς Χερρονήσου, ἅμα μὲν ταῖς δυνάμεσιν ἀσφαλῆ καὶ σύντομον τὴν διέξοδον ποιούμενος, ἅμα δὲ τῷ μεγέθει τῶν ἔργων ἐλπίζων προκαταπλήξεσθαι τοὺς Ἕλληνας.
彼は軍勢を分割し、ヘレスポントスに橋を架け、ケルソネソスの地峡に沿ってアトス山を掘削するのに十分な者たちを送り出した。 これは、自軍のために安全かつ迅速な通路を確保すると同時に、その事業の規模の大きさによってギリシア人をあらかじめ畏怖させることを望んでのことであった。
οἱ μὲν οὖν πεμφθέντες ἐπὶ τὴν κατασκευὴν τῶν ἔργων ταχέως ἤνυον διὰ τὴν πολυχειρίαν τῶν ἐργαζομένων.
それゆえ、これらの工事の建設のために派遣された者たちは、労働者の数が非常に多かったため、迅速にやり遂げた。
§11.2.5οἱ δʼ Ἕλληνες πυθόμενοι τὸ μέγεθος τῆς τῶν Περσῶν δυνάμεως, ἐξέπεμψαν εἰς Θετταλίαν μυρίους ὁπλίτας τοὺς καταληψομένους τὰς περὶ τὰ Τέμπη παρόδους·
一方、ギリシア人たちはペルシア軍の規模を知ると、テムペ周辺の峠道を占拠させるため、テッサリアに一万人の重装歩兵を派遣した。
ἡγεῖτο δὲ τῶν μὲν Λακεδαιμονίων Συνετός, τῶν δὲ Ἀθηναίων Θεμιστοκλῆς.
ラケダイモン人たちの指揮はシュネトスが、アテナイ人たちの指揮はテミストクレスが執った。
οὗτοι δὲ πρὸς τὰς πόλεις πρεσβευτὰς ἀποστείλαντες ἠξίουν ἀποστέλλειν στρατιώτας τοὺς κοινῇ φυλάξοντας τὰς παρόδους·
彼らは諸都市に使節を送り、共同で峠を守るための兵士を派遣するよう要求した。
ἔσπευδον γὰρ ἁπάσας τὰς Ἑλληνίδας πόλεις διαλαβεῖν ταῖς προφυλακαῖς καὶ κοινοποιήσασθαι τὸν πρὸς τοὺς Πέρσας πόλεμον.
というのも、彼らは前哨部隊をもってすべてのギリシア都市を組み込み、ペルシア人に対する戦争を共同のものとすることを急いでいたからである。
§11.2.6ἐπεὶ δὲ τῶν Θετταλῶν καὶ τῶν ἄλλων Ἑλλήνων τῶν πλησιοχώρων ταῖς παρόδοις ἔδωκαν οἱ πλείους ὕδωρ τε καὶ γῆν τοῖς ἀφιγμένοις ἀγγέλοις ἀπὸ Ξέρξου, ἀπογνόντες τὴν περὶ τὰ Τέμπη φυλακὴν ἐπανῆλθον εἰς τὴν οἰκείαν.
しかし、テッサリア人や峠の近隣に住む他のギリシア人たちの大部分が、クセルクセスからやって来た使者たちに水と土を与えたため、ギリシア軍はテムペ周辺の守備を断念して、自国へと帰還した。

語釈・文法注

  1. 11.2.1τοσοῦτον ὅσον — 指示代名詞 `τοσοῦτον`(程度を示す副詞的対格)と関係副詞 `ὅσον` による相関表現。「支配下の民族の多さにおいてカルタゴ人を上回っていたのと【同程度に】、すべての軍備においても彼らを凌駕した」という比較の程度を表す緊密な構文である。
  2. 11.2.2ἐμεσολαβήθη — 「途中で遮る」「中断させる」を意味する動詞 `μεσολαβέω` の直説法受動態過去。これに付帯状況または手段を表すアオリスト分詞 `τελευτήσας`(「死んで」)が組み合わさることで、「遠征を企てていた矢先に、死によって活動を中途で断たれた」というニュアンスを表現している。
  3. 11.2.4τοὺς ἱκανοὺς — 形容詞 `ἱκανός` の冠詞付き対格複数で、「十分な能力や数を持つ人々」を指す名詞的用法。これに続く不定詞 `ζεῦξαι` および `διασκάψαι` は、形容詞 `ἱκανός` の内容を制限・具体化する結果(または目的)の不定詞(「〜するのに十分な」)であり、全体として「ヘレスポントスに橋を架け、アトス山を穿つために十分な(人員)」を意味する。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §11.2.1-11.2.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.2.1-11.2.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。