§11.27.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Ξανθίππου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Κόιντον Φάβιον Σιλουανὸν καὶ Σερούιον Κορνήλιον Τρίκοστον.
アテナイにおいてクサンティッポスがアルコンであった年、ローマ人たちはクイントゥス・ファビウス・シルワヌスとセルウィウス・コルネリウス・トリコストゥスを執政官に任命した。
ἐπὶ δὲ τούτων ὁ μὲν τῶν Περσῶν στόλος πλὴν Φοινίκων μετὰ τὴν ἐν Σαλαμῖνι γενομένην ναυμαχίαν ἡττημένος διέτριβε περὶ τὴν Κύμην.
彼らの執政期において、ペルシアの艦隊はフェニキア人を除き、サラミスでの海戦に敗北した後、キュメの周辺に留まっていた。
ἐνταῦθα δὲ παραχειμάσας, ὡς τὸ θέρος ἐνίστατο, παρέπλευσεν εἰς Σάμον, παραφυλάξων τὴν Ἰωνίαν·
そこで冬を越し、夏が始まると、彼らはイオニアを監視するためにサモスへと沿海を航行した。
ἦσαν δʼ αἱ πᾶσαι νῆες ἐν Σάμῳ πλείους τῶν τετρακοσίων.
サモスに集まった船は全部で四百隻を超えていた。
αὗται μὲν οὖν ὡς ἀλλότρια φρονούντων τῶν Ἰώνων παρεφύλαττον τὰς πόλεις.
そこで、これらの船はイオニア人が反逆の意を抱いているとみなして、諸都市を厳重に監視していた。
§11.27.2κατὰ δὲ τὴν Ἑλλάδα μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, τῶν Ἀθηναίων δοκούντων αἰτίων γεγονέναι τῆς νίκης, καὶ διὰ τοῦτο αὐτῶν φρονηματιζομένων, πᾶσιν ἐγίνοντο καταφανεῖς ὡς τοῖς Λακεδαιμονίοις ἀμφισβητήσοντες τῆς κατὰ θάλατταν ἡγεμονίας·
一方ギリシアでは、サラミスの海戦の後、アテナイ人が勝利の立役者とみなされ、このために彼らが誇らしげになっていたので、彼らがラケダイモン人と海上での覇権をめぐって争うつもりであることが、誰の目にも明らかになった。
διόπερ οἱ Λακεδαιμόνιοι προορώμενοι τὸ μέλλον ἐφιλοτιμοῦντο ταπεινοῦν τὸ φρόνημα τῶν Ἀθηναίων.
それゆえラケダイモン人は、将来を見越してアテナイ人の誇りを挫こうと躍起になった。
διὸ καὶ κρίσεως προτεθείσης περὶ τῶν ἀριστείων, χάριτι κατισχύσαντες ἐποίησαν κριθῆναι πόλιν μὲν ἀριστεῦσαι τὴν Αἰγινητῶν, ἄνδρα δὲ Ἀμεινίαν Ἀθηναῖον, τὸν ἀδελφὸν Αἰσχύλου τοῦ ποιητοῦ·
このため、武勲に関する審査が設けられたとき、彼らは政治的影響力をもって押し切り、最も優れた都市はアイギナ市民の都市であり、最も優れた個人は詩人アイスキュロスの兄弟であるアテナイ人アメイニアスであると判定させた。
οὗτος γὰρ τριηραρχῶν πρῶτος ἐμβολὴν ἔδωκε τῇ ναυαρχίδι τῶν Περσῶν, καὶ ταύτην κατέδυσε καὶ τὸν ναύαρχον διέφθειρε.
なぜなら、このアメイニアスは三段櫂船の指揮官として、最初にペルシアの旗艦に体当たりを食らわせ、これを沈没させ、その司令官を討ち取ったからである。
§11.27.3τῶν δʼ Ἀθηναίων βαρέως φερόντων τὴν ἄδικον ἧτταν, οἱ Λακεδαιμόνιοι φοβηθέντες μήποτε Θεμιστοκλῆς ἀγανακτήσας ἐπὶ τῷ συμβεβηκότι κακὸν μέγα βουλεύσηται κατʼ αὐτῶν καὶ τῶν Ἑλλήνων, ἐτίμησαν αὐτὸν διπλασίοσι δωρεαῖς τῶν τὰ ἀριστεῖα εἰληφότων.
アテナイ人がこの不当な敗北を重く受け止めていたため、ラケダイモン人は、テミストクレスがこの出来事に憤慨して自分たちやギリシア人に対して何か大きな災いを企てるのではないかと恐れ、武勲を授かった者たちの二倍の贈り物をもって彼を称えた。
δεξαμένου δὲ τοῦ Θεμιστοκλέους τὰς δωρεάς, ὁ δῆμος τῶν Ἀθηναίων ἀπέστησεν αὐτὸν ἀπὸ τῆς στρατηγίας, καὶ παρέδωκε τὴν ἀρχὴν Ξανθίππῳ τῷ Ἀρίφρονος.
しかしテミストクレスがその贈り物を受け取ると、アテナイの民衆は彼を将軍職から罷免し、その指揮権をアリプロンの子クサンティッポスに引き渡した。