§11.28.1διαβοηθείσης δὲ τῆς τῶν Ἀθηναίων πρὸς τοὺς Ἕλληνας ἀλλοτριότητος, ἧκον εἰς τὰς Ἀθήνας πρέσβεις παρὰ Περσῶν καὶ παρὰ τῶν Ἑλλήνων.
アテナイ人が他のギリシア人に対して不和を抱いているという噂が広く伝わると、ペルシア人とギリシア人からアテナイに使節がやって来た。
οἱ μὲν οὖν ὑπὸ τῶν Περσῶν ἀποσταλέντες ἔφασαν τὸν στρατηγὸν Μαρδόνιον ἐπαγγέλλεσθαι τοῖς Ἀθηναίοις, ἐὰν τὰ Περσῶν προέλωνται, δώσειν χώραν ἣν ἂν βούλωνται τῆς Ἑλλάδος, καὶ τὰ τείχη καὶ τοὺς ναοὺς πάλιν ἀνοικοδομήσειν, καὶ τὴν πόλιν ἐάσειν αὐτόνομον·
そこで、ペルシア人から送られた者たちは、将軍マルドニオスが、もしアテナイ人がペルシアの側を選ぶならば、ギリシアのうちで彼らが望むいかなる土地をも与え、城壁と神殿を再び再建し、彼らの都市を自治のままにしておくことを約束している、と述べた。
οἱ δὲ παρὰ τῶν Λακεδαιμονίων πεμφθέντες ἠξίουν μὴ πεισθῆναι τοῖς βαρβάροις, ἀλλὰ τηρεῖν τὴν πρὸς τοὺς Ἕλληνας καὶ συγγενεῖς καὶ ὁμοφώνους εὔνοιαν.
一方、ラケダイモン人から派遣された者たちは、蛮族の言葉に従うことなく、ギリシア人、すなわち血族であり同胞である人々に対する善意を維持するよう求めた。
§11.28.2οἱ δὲ Ἀθηναῖοι τοῖς βαρβάροις ἀπεκρίθησαν, ὡς οὔτε χώρα τοῖς Πέρσαις ἐστὶ τοιαύτη οὔτε χρυσὸς τοσοῦτος ὃν Ἀθηναῖοι δεξάμενοι τοὺς Ἕλληνας ἐγκαταλείψουσι·
アテナイ人は蛮族に対して、ペルシア人にはアテナイ人がそれを受け取ってギリシア人を見捨てるような、そのような土地もそれほど多くの黄金も存在しない、と答えた。
τοῖς δὲ Λακεδαιμονίοις εἶπον, ὡς αὐτοὶ μὲν ἣν πρότερον ἐποιοῦντο φροντίδα τῆς Ἑλλάδος καὶ μετὰ ταῦτα πειράσονται τὴν αὐτὴν διαφυλάττειν, ἐκείνους δʼ ἠξίουν τὴν ταχίστην ἐλθεῖν εἰς τὴν Ἀττικὴν μετὰ πάντων τῶν συμμάχων·
また、ラケダイモン人に対しては、自分たちは以前に抱いていたギリシアへの配慮をその後も同じように守り抜くよう努めるつもりであると語り、彼らに対しては、すべての同盟者とともに大急ぎでアッティカへ来るよう求めた。
πρόδηλον γὰρ εἶναι, διότι Μαρδόνιος, ἠναντιωμένων τῶν Ἀθηναίων αὐτῷ, μετὰ δυνάμεως ἥξει ἐπὶ τὰς Ἀθήνας.
なぜなら、アテナイ人が彼に敵対している以上、マルドニオスが軍勢を率いてアテナイへと襲来することは明白であったからである。
ὃ καὶ συνέβη γενέσθαι·
そして、まさにそれが起こった。
§11.28.3ὁ γὰρ Μαρδόνιος ἐν τῇ Βοιωτίᾳ διατρίβων μετὰ τῶν δυνάμεων τὸ μὲν πρῶτον τῶν ἐν Πελοποννήσῳ πόλεων ἐπειρᾶτό τινας ἀφιστάνειν,χρήματα διαπεμπόμενος τοῖς προεστηκόσι τῶν πόλεων, μετὰ δὲ ταῦτα πυνθανόμενος τὴν τῶν Ἀθηναίων ἀπόκρισιν καὶ παροξυνθείς, ἅπασαν ἦγεν ἐπὶ τὴν Ἀττικὴν τὴν δύναμιν·
というのも、マルドニオスはボイオティアに軍勢とともに留まり、最初はペロポネソスの都市の指導者たちに金を送り、その都市のいくつかを離反させようと試みたが、その後、アテナイ人の回答を知って激怒し、全軍をアッティカへと進めたからである。
§11.28.4χωρὶς γὰρ τῆς δεδομένης ὑπὸ Ξέρξου στρατιᾶς πολλοὺς ἄλλους αὐτὸς Μαρδόνιος ἐκ τῆς Θρᾴκης καὶ Μακεδονίας καὶ τῶν ἄλλων τῶν συμμαχίδων πόλεων ἠθροίκει, πλείους τῶν εἴκοσι μυριάδων.
なぜなら、クセルクセスから与えられた軍勢のほかに、マルドニオス自身がトラキアやマケドニア、その他の同盟都市から多くの他兵を集めており、それは二十万人を超えていたからである。
§11.28.5τηλικαύτης δὲ δυνάμεως προαγούσης εἰς τὴν Ἀττικήν, οἱ μὲν Ἀθηναῖοι βιβλιαφόρους ἀπέστειλαν πρὸς τοὺς Λακεδαιμονίους δεόμενοι βοηθεῖν·
これほど大軍がアッティカに進軍してくるにあたり、アテナイ人はラケダイモン人に使者を送り、援助を懇願した。
βραδυνόντων δὲ αὐτῶν καὶ τῶν βαρβάρων ἐμβαλόντων εἰς τὴν Ἀττικήν, κατεπλάγησαν, καὶ πάλιν ἀναλαβόντες τέκνα καὶ γυναῖκας καὶ τῶν ἄλλων ὅσα δυνατὸν ἦν ταχέως ἀποκομίζειν, ἐξέλιπον τὴν πατρίδα καὶ συνέφυγον πάλιν εἰς τὴν Σαλαμῖνα.
しかし彼らがぐずぐずしている間に、蛮族がアッティカに侵入したため、彼らは恐れをなし、再び子供や妻、その他速やかに運び出すことが可能なすべての財産を携えて、祖国を立ち去り、再びサラミスへと逃げ込んだ。
§11.28.6ὁ δὲ Μαρδόνιος χαλεπῶς ἔχων πρὸς αὐτούς, τὴν χώραν ἅπασαν κατέφθειρε καὶ τὴν πόλιν κατέσκαψε καὶ τὰ ἱερὰ τὰ καταλελειμμένα παντελῶς ἐλυμήνατο.
マルドニオスは彼らに対して激しい怒りを抱き、土地の全域を荒廃させ、都市を徹底的に破壊し、残されていた神殿を完全に蹂躙した。