§11.1.1ἡ μὲν οὖν πρὸ ταύτης βίβλος, τῆς ὅλης συντάξεως οὖσα δεκάτη, τὸ τέλος ἔσχε τῶν πράξεων εἰς τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ξέρξου διαβάσεως εἰς τὴν Εὐρώπην καὶ εἰς τὰς γενομένας δημηγορίας ἐν τῇ κοινῇ συνόδῳ τῶν Ἑλλήνων ἐν Κορίνθῳ περὶ τῆς Γέλωνος συμμαχίας τοῖς Ἕλλησιν·
これに先立つ書、すなわち全著作の第十巻は、クセルクセスのヨーロッパへの渡海の前年、およびコリントスにおけるギリシア人の合同会議で行われた、ゲロンのギリシア人への同盟に関する演説をもって、その出来事の記述を終えた。
ἐν ταύτῃ δὲ τὸ συνεχὲς τῆς ἱστορίας ἀναπληροῦντες ἀρξόμεθα μὲν ἀπὸ τῆς Ξέρξου στρατείας ἐπὶ τοὺς Ἕλληνας, καταλήξομεν δὲ ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον ἡγουμένου Κίμωνος.
本巻においては、歴史の連続性を補いつつ、クセルクセスのギリシア人に対する遠征から記述を始め、キモンの指揮下で行われたアテナイ人のキプロス遠征の前年をもって終えることとする。
§11.1.2ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Καλλιάδου Ῥωμαῖοι κατέστησαν ὑπάτους Σπόριον Κάσσιον καὶ Πρόκλον Οὐεργίνιον Τρίκοστον, ἤχθη δὲ καὶ παρʼ Ἠλείοις Ὀλυμπιὰς πέμπτη πρὸς ταῖς ἑβδομήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Ἀστύλος Συρακόσιος.
すなわち、アテナイにおいてカリアデスがアルコンであったとき、ローマ人はスポリウス・カッシウスとプロクルス・ウェルギニウス・トリコストゥスを執政官に任命し、またエリス人の間では第七十五回オリンピア競技大会が催され、そこではシュラクサイのアステュロスがスタディオン競走で優勝した。
ἐπὶ δὲ τούτων Ξέρξης ὁ βασιλεὺς ἐστράτευσεν ἐπὶ τὴν Ἑλλάδα διὰ ταύτην τὴν αἰτίαν.
これらの任期中に、クセルクセス王は次のような理由からギリシアに遠征した。
§11.1.3Μαρδόνιος ὁ Πέρσης ἀνεψιὸς μὲν καὶ κηδεστὴς ἦν Ξέρξου, διὰ δὲ σύνεσιν καὶ ἀνδρείαν μάλιστα θαυμαζόμενος παρὰ τοῖς Πέρσαις.
ペルシア人マルドニオスは、クセルクセスの従兄弟であり義兄弟であったが、その知性と勇気によりペルシア人の間で最も高く称賛されていた。
οὗτος μετέωρος ὢν τῷ φρονήματι καὶ τὴν ἡλικίαν ἀκμάζων, ἐπεθύμει μεγάλων δυνάμεων ἀφηγήσασθαι·
彼は大望を抱き、血気盛んな年齢にあったため、大軍を指揮することを熱望していた。
διόπερ ἔπεισε τὸν Ξέρξην καταδουλώσασθαι τοὺς Ἕλληνας, ἀεὶ πολεμικῶς ἔχοντας πρὸς τοὺς Πέρσας.
それゆえ、ペルシア人に対して常に敵対的な態度をとっているギリシア人を服従させるよう、クセルクセスを説得した。
§11.1.4ὁ δὲ Ξέρξης πεισθεὶς αὐτῷ καὶ βουλόμενος πάντας τοὺς Ἕλληνας ἀναστάτους ποιῆσαι, διεπρεσβεύσατο πρὸς Καρχηδονίους περὶ κοινοπραγίας καὶ συνέθετο πρὸς αὐτούς, ὥστε αὐτὸν μὲν ἐπὶ τοὺς τὴν Ἑλλάδα κατοικοῦντας Ἕλληνας στρατεύειν, Καρχηδονίους δὲ τοῖς αὐτοῖς χρόνοις μεγάλας παρασκευάσασθαι δυνάμεις καὶ καταπολεμῆσαι τῶν Ἑλλήνων τοὺς περὶ Σικελίαν καὶ Ἰταλίαν οἰκοῦντας.
クセルクセスは彼に説得され、またすべてのギリシア人を根絶やしにしたいと望んで、カルタゴ人に共同作戦に関する使節を派遣し、次のように彼らと合意を結んだ。 すなわち、自身はギリシアに住むギリシア人に対して遠征を行い、カルタゴ人は同時に大軍を準備して、シケリアとイタリア周辺に住むギリシア人を撃破するということである。
§11.1.5ἀκολούθως οὖν ταῖς συνθήκαις Καρχηδόνιοι μὲν χρημάτων πλῆθος ἀθροίσαντες μισθοφόρους συνῆγον ἔκ τε τῆς Ἰταλίας καὶ Λιγυστικῆς, ἔτι δὲ Γαλατίας καὶ Ἰβηρίας, πρὸς δὲ τούτοις ἐκ τῆς Λιβύης ἁπάσης καὶ τῆς Καρχηδόνος κατέγραφον πολιτικὰς δυνάμεις·
したがって、この合意に従い、カルタゴ人は巨額の資金を集めてイタリアやリグリア、さらにはガラティアやイベリアから傭兵を募り、これに加えて全リビアおよびカルタゴから市民軍を徴募した。
τέλος δὲ τριετῆ χρόνον περὶ τὰς παρασκευὰς ἀσχοληθέντες ἤθροισαν πεζῶν μὲν ὑπὲρ τὰς τριάκοντα μυριάδας, ναῦς δὲ διακοσίας.
そしてついに、準備に三年の歳月を費やしたのち、彼らは歩兵三十万人以上と船二百隻を集めた。