§11.18.1τέλος δὲ τῶν περὶ τὸν Εὐρυβιάδην καὶ Θεμιστοκλέα διαταξάντων τὰς δυνάμεις, τὸ μὲν εὐώνυμον μέρος ἐπεῖχον Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, πρὸς τὸ τῶν Φοινίκων ναυτικὸν ἀντιταχθησόμενοι·
ついに、エウリュビアデスとテミストクレスらが部隊の配置を終えると、左翼をアテナイ人とラケダイモン人が占め、フェニキア人の艦隊に対抗して布陣した。
μεγάλην γὰρ οἱ Φοίνικες ὑπεροχὴν εἶχον διά τε τὸ πλῆθος καὶ διὰ τὴν ἐκ προγόνων ἐν τοῖς ναυτικοῖς ἔργοις ἐμπειρίαν·
というのも、フェニキア人はその数においても、また先祖代々の海事における経験のゆえにも、大きな優位性を持っていたからである。
§11.18.2Αἰγινῆται δὲ καὶ Μεγαρεῖς τὸ δεξιὸν κέρας ἀνεπλήρουν·
一方、アイギナ人とメガラ人は右翼を埋めた。
οὗτοι γὰρ ἐδόκουν εἶναι ναυτικώτατοι μετὰ τοὺς Ἀθηναίους καὶ μάλιστα φιλοτιμήσεσθαι διὰ τὸ μόνους τῶν Ἑλλήνων μηδεμίαν ἔχειν καταφυγήν, εἴ τι συμβαίη πταῖσμα κατὰ τὴν ναυμαχίαν·
なぜなら、彼らはアテナイ人に次いで最も航海術に長けていると考えられており、また、もし海戦で敗北が起きるようなことがあれば、ギリシア人の中で彼らだけが逃げ込む場所を全く持たないという理由から、とりわけ名誉を重んじて奮闘すると思われたからである。
τὴν δὲ μέσην τάξιν ἐπεῖχε τὸ λοιπὸν τῶν Ἑλλήνων πλῆθος.
中央の陣形は、残りのギリシア人の大群が占めた。
οὗτοι μὲν οὖν τοῦτον τὸν τρόπον συνταχθέντες ἐξέπλευσαν, καὶ τὸν πόρον μεταξὺ Σαλαμῖνος καὶ Ἡρακλείου κατεῖχον·
こうして彼らはこの方法で整列して出航し、サラミスとヘラクレイオンの間の海峡を占拠した。
§11.18.3ὁ δὲ βασιλεὺς τῷ μὲν ναυάρχῳ προσέταξεν ἐπιπλεῖν τοῖς πολεμίοις, αὐτὸς δʼ εἰς τὸν ἐναντίον τόπον τῆς Σαλαμῖνος παρῆλθεν, ἐξ οὗ θεωρεῖν ἦν τὴν ναυμαχίαν γινομένην.
一方、王は海軍指揮官に敵へ向かって進むよう命じ、自らはサラミスの対岸の場所へと進んだ。 そこからは、行われている海戦を眺めることができたのである。
§11.18.4οἱ δὲ Πέρσαι τὸ μὲν πρῶτον πλέοντες διετήρουν τὴν τάξιν, ἔχοντες πολλὴν εὐρυχωρίαν·
ペルシア人たちは、最初は広い空間があったため、航行しながら陣形を維持していた。
ὡς δʼ εἰς τὸ στενὸν ἦλθον, ἠναγκάζοντο τῶν νεῶν τινας ἀπὸ τῆς τάξεως ἀποσπᾶν, καὶ πολὺν ἐποίουν θόρυβον.
しかし、狭い場所に差し掛かると、自らの船のいくつかを陣形から引き離ことを余儀なくされ、大きな混乱を引き起こした。
§11.18.5ὁ δὲ ναύαρχος προηγούμενος τῆς τάξεως καὶ πρῶτος συνάψας μάχην διεφθάρη λαμπρῶς ἀγωνισάμενος.
陣形の先頭に立ち、最初に戦闘を交えた海軍指揮官は、見事に戦った末に戦死した。
τῆς δὲ νεὼς βυθισθείσης, ταραχὴ κατέσχε τὸ ναυτικὸν τῶν βαρβάρων·
彼の船が沈没すると、異民族の艦隊に混乱が広がった。
πολλοὶ μὲν γὰρ ἦσαν οἱ προστάττοντες, οὐ ταὐτὰ δʼ ἕκαστος παρήγγελλε.
というのも、命令を下す者は大勢いたが、各自が異なる指示を出したからである。
διὸ καὶ τοῦ πλεῖν εἰς τοὔμπροσθεν ἐπέσχον, ἀνακωχεύοντες δʼ ἀνεχώρουν εἰς τὴν εὐρυχωρίαν.
それゆえ彼らは前進することを控え、船を止めつつ広い空間へと退却した。
§11.18.6οἱ δὲ Ἀθηναῖοι θεωροῦντες τὴν ταραχὴν τῶν βαρβάρων ἐπέπλεον τοῖς πολεμίοις, καὶ τὰς μὲν τοῖς ἐμβόλοις ἔτυπτον, ὧν δὲ τοὺς ταρσοὺς παρέσυρον·
一方、アテナイ人は異民族の混乱を目にして敵へと迫り、ある船には衝角で一撃を加え、またある船からはオールを削ぎ落とした。
τῆς δʼ εἰρεσίας οὐχ ὑπηρετούσης, πολλαὶ τῶν Περσῶν τριήρεις πλάγιαι γινόμεναι ταῖς ἐμβολαῖς πυκνῶς κατετιτρώσκοντο.
漕行が機能しなくなると、多くのペルシアの三段櫂船が横向きになり、衝角による攻撃を次々と受けて大破した。
διὸ καὶ πρύμναν μὲν ἀνακρούεσθαι κατέπαυσαν, εἰς τοὐπίσω δὲ πλέουσαι προτροπάδην ἔφευγον.
それゆえ彼らは後退を断念し、後方へと向かって一目散に逃走した。