§11.15.1κατὰ δὲ τοῦτον τὸν καιρὸν Κερκυραῖοι μὲν πληρώσαντες ἑξήκοντα τριήρεις διέτριβον περὶ τὴν Πελοπόννησον, ὡς μὲν αὐτοί φασιν, οὐ δυνάμενοι κάμψαι τὸ περὶ τὸν Μαλέαν ἀκρωτήριον, ὡς δέ τινες τῶν συγγραφέων ἱστοροῦσι, καραδοκοῦντες τὰς τοῦ πολέμου ῥοπάς, ὅπως Περσῶν μὲν κρατησάντων ἐκείνοις δῶσιν ὕδωρ καὶ γῆν, τῶν δʼ Ἑλλήνων νικώντων δόξωσιν αὐτοῖς βεβοηθηκέναι.
この時期、ケルキュラ人たちは六十隻の三段櫂船を艤装してペロポネソス周辺に留まっていた。 彼ら自身の説明によれば、マレア岬を回ることができなかったためであるが、一部の歴史家たちが記録するところによれば、ペルシア人が勝利した場合には彼らに水と土を差し出し、ギリシア人が勝利した場合には彼らを支援したかのように見せるため、戦争の趨勢をうかがっていたのである。
§11.15.2οἱ δὲ περὶ τὴν Σαλαμῖνα διατρίβοντες Ἀθηναῖοι, θεωροῦντες τὴν Ἀττικὴν πυρπολουμένην καὶ τὸ τέμενος τῆς Ἀθηνᾶς ἀκούοντες κατεσκάφθαι, δεινῶς ἠθύμουν.
一方、サラミス周辺に留まっていたアテナイ人たちは、アッティカが焼き払われるのを目にし、アテナの聖域が破壊されたと聞いて、ひどく落胆した。
ὁμοίως δὲ καὶ τοὺς ἄλλους Ἕλληνας πολὺς κατεῖχε φόβος πανταχόθεν συνεληλαμένους εἰς αὐτὴν τὴν Πελοπόννησον.
同様に、四方からペロポネソスそのものへと追い詰められていた他のギリシア人たちの間にも、大きな恐怖が広がった。
ἔδοξεν οὖν αὐτοῖς πάντας τοὺς ἐφʼ ἡγεμονίας τεταγμένους συνεδρεῦσαι καὶ βουλεύσασθαι, κατὰ ποίους τόπους συμφέρει ποιεῖσθαι τὴν ναυμαχίαν.
そこで彼らは、指揮権を委ねられている者全員が集まり、どのような場所において海戦を行うのが有益であるかを協議することに決めた。
§11.15.3πολλῶν δὲ καὶ ποικίλων λόγων ῥηθέντων, οἱ μὲν Πελοποννήσιοι, τῆς ἰδίας μόνον ἀσφαλείας φροντίζοντες, ἔφασαν δεῖν περὶ τὸν Ἰσθμὸν συστήσασθαι τὸν ἀγῶνα·
多くの多様な意見が述べられたが、ペロポネソス人たちは自分たちの安全だけを考え、イストモス周辺で決戦を組織すべきだと主張した。
τετειχισμένου γὰρ αὐτοῦ καλῶς, ἐάν τι περὶ τὴν ναυμαχίαν γένηται πταῖσμα, δυνήσεσθαι τοὺς ἠτυχηκότας εἰς ἑτοιμοτάτην ἀσφάλειαν καταφυγεῖν τὴν Πελοπόννησον·
なぜなら、そこは十分に防壁が築かれており、もし海戦で何らかの敗北が生じたとしても、敗者たちは、きわめて手近な安全地帯であるペロポネソスへと退避できるからである。
ἐὰν δὲ συγκλείσωσιν ἑαυτοὺς εἰς μικρὰν νῆσον τὴν Σαλαμῖνα, δυσβοηθήτοις κακοῖς περιπεσεῖσθαι.
しかし、もしサラミスという小さな島に自分たちを閉じ込めるなら、救いようのない災難に陥るだろうと。
§11.15.4Θεμιστοκλῆς δὲ συνεβούλευσε περὶ τὴν Σαλαμῖνα ποιεῖσθαι τὸν ἀγῶνα τῶν νεῶν·
これに対してテミストクレスは、サラミス周辺で艦隊の決戦を行うことを勧めた。
πολλὰ γὰρ πλεονεκτήσειν ἐν ταῖς στενοχωρίαις τοὺς ὀλίγοις σκάφεσι διαγωνιζομένους πρὸς πολλαπλασίας ναῦς.
狭い海峡においては、少数の船で何倍もの敵艦を相手に戦う者が、多くの利点を得ることになるからである。
καθόλου δὲ τὸν περὶ τὸν Ἰσθμὸν τόπον ἀπεφαίνετο παντελῶς ἄθετον ἔσεσθαι πρὸς τὴν ναυμαχίαν·
また総じて、彼はイストモス周辺の場所は海戦にとって完全に不適当であると表明した。
ἔσεσθαι γὰρ πελάγιον τὸν ἀγῶνα, καὶ τοὺς Πέρσας διὰ τὴν εὐρυχωρίαν ῥᾳδίως καταπονήσεσθαι τὰς ὀλίγας ναῦς ταῖς πολλαπλασίαις.
なぜなら、決戦は広い外海で行われることになり、ペルシア人はその広さを利用して、何倍もの艦隊で少数のギリシア船を容易に圧倒するだろうからである。
ὁμοίως δὲ καὶ ἄλλα πολλὰ διαλεχθεὶς οἰκεῖα τῆς περιστάσεως, ἅπαντας ἔπεισεν αὐτῷ συμψήφους γενέσθαι τοῦτον τὸν τρόπον.
彼は他にもこの状況に適した多くの主張を展開し、このようにして全員を説得し、自分に賛成させた。