§11.15.1κατὰ δὲ τοῦτον τὸν καιρὸν Κερκυραῖοι μὲν πληρώσαντες ἑξήκοντα τριήρεις διέτριβον περὶ τὴν Πελοπόννησον, ὡς μὲν αὐτοί φασιν, οὐ δυνάμενοι κάμψαι τὸ περὶ τὸν Μαλέαν ἀκρωτήριον, ὡς δέ τινες τῶν συγγραφέων ἱστοροῦσι, καραδοκοῦντες τὰς τοῦ πολέμου ῥοπάς, ὅπως Περσῶν μὲν κρατησάντων ἐκείνοις δῶσιν ὕδωρ καὶ γῆν, τῶν δʼ Ἑλλήνων νικώντων δόξωσιν αὐτοῖς βεβοηθηκέναι.
At this time, the Corcyraeans, having manned sixty triremes, were lingering around the Peloponnese; as they themselves say, because they were unable to round Cape Malea, but as some of the historians record, because they were watching the turns of the war, so that if the Persians should win, they might give them earth and water, while if the Greeks should win, they might seem to have come to their aid.
§11.15.2οἱ δὲ περὶ τὴν Σαλαμῖνα διατρίβοντες Ἀθηναῖοι, θεωροῦντες τὴν Ἀττικὴν πυρπολουμένην καὶ τὸ τέμενος τῆς Ἀθηνᾶς ἀκούοντες κατεσκάφθαι, δεινῶς ἠθύμουν.
And the Athenians who were staying around Salamis, seeing Attica being laid waste by fire and hearing that the precinct of Athena had been demolished, were terribly despondent.
ὁμοίως δὲ καὶ τοὺς ἄλλους Ἕλληνας πολὺς κατεῖχε φόβος πανταχόθεν συνεληλαμένους εἰς αὐτὴν τὴν Πελοπόννησον.
Likewise, a great fear held the other Greeks as well, who had been driven from all sides into the Peloponnese itself.
ἔδοξεν οὖν αὐτοῖς πάντας τοὺς ἐφʼ ἡγεμονίας τεταγμένους συνεδρεῦσαι καὶ βουλεύσασθαι, κατὰ ποίους τόπους συμφέρει ποιεῖσθαι τὴν ναυμαχίαν.
Therefore, it seemed best to them that all those appointed to command should meet in council and deliberate on what places it was advantageous to hold the sea-battle.
§11.15.3πολλῶν δὲ καὶ ποικίλων λόγων ῥηθέντων, οἱ μὲν Πελοποννήσιοι, τῆς ἰδίας μόνον ἀσφαλείας φροντίζοντες, ἔφασαν δεῖν περὶ τὸν Ἰσθμὸν συστήσασθαι τὸν ἀγῶνα· τετειχισμένου γὰρ αὐτοῦ καλῶς, ἐάν τι περὶ τὴν ναυμαχίαν γένηται πταῖσμα, δυνήσεσθαι τοὺς ἠτυχηκότας εἰς ἑτοιμοτάτην ἀσφάλειαν καταφυγεῖν τὴν Πελοπόννησον· ἐὰν δὲ συγκλείσωσιν ἑαυτοὺς εἰς μικρὰν νῆσον τὴν Σαλαμῖνα, δυσβοηθήτοις κακοῖς περιπεσεῖσθαι.
And after many and various opinions had been spoken, the Peloponnesians, caring only for their own safety, said that they ought to join battle around the Isthmus; for since it was well walled, if any setback should occur in the sea-battle, those who had met with misfortune would be able to flee to the readiest safety of the Peloponnese; but if they should shut themselves up in the small island of Salamis, they would fall into disasters hard to relieve.
§11.15.4Θεμιστοκλῆς δὲ συνεβούλευσε περὶ τὴν Σαλαμῖνα ποιεῖσθαι τὸν ἀγῶνα τῶν νεῶν· πολλὰ γὰρ πλεονεκτήσειν ἐν ταῖς στενοχωρίαις τοὺς ὀλίγοις σκάφεσι διαγωνιζομένους πρὸς πολλαπλασίας ναῦς.
But Themistocles advised them to hold the battle of the ships around Salamis; for those contesting with a few ships against many times their number would have many advantages in the narrow straits.
καθόλου δὲ τὸν περὶ τὸν Ἰσθμὸν τόπον ἀπεφαίνετο παντελῶς ἄθετον ἔσεσθαι πρὸς τὴν ναυμαχίαν· ἔσεσθαι γὰρ πελάγιον τὸν ἀγῶνα, καὶ τοὺς Πέρσας διὰ τὴν εὐρυχωρίαν ῥᾳδίως καταπονήσεσθαι τὰς ὀλίγας ναῦς ταῖς πολλαπλασίαις.
And in general, he declared that the place around the Isthmus would be completely unsuitable for the sea-battle; for the battle would be on the open sea, and the Persians, because of the open space, would easily wear down the few ships with their many times larger fleet.
ὁμοίως δὲ καὶ ἄλλα πολλὰ διαλεχθεὶς οἰκεῖα τῆς περιστάσεως, ἅπαντας ἔπεισεν αὐτῷ συμψήφους γενέσθαι τοῦτον τὸν τρόπον.
And having spoken many other things likewise suited to the situation, he persuaded all of them to vote with him in this manner.