§11.14.1ἅμα δὲ τούτοις πραττομένοις Ξέρξης ἀπὸ τῶν Θερμοπυλῶν ἀναζεύξας προῆγε διὰ τῆς Φωκέων χώρας, πορθῶν μὲν τὰς πόλεις, καταφθείρων δὲ τὰς ἐπὶ τῆς χώρας κτήσεις.
これらが行われている間に、クセルクセスはテルモピュライから出発してフォキス人の土地を通って進軍し、都市を略奪し、その地の財産を破壊した。
οἱ δὲ Φωκεῖς τὰ τῶν Ἑλλήνων ᾑρημένοι, καὶ θεωροῦντες αὐτοὺς οὐκ ἀξιομάχους ὄντας, τὰς μὲν πόλεις ἁπάσας ἐξέλιπον πανδημεί, πρὸς δὲ τὰς δυσχωρίας τὰς ἐν τῷ Παρνασσῷ κατέφυγον.
一方、フォキス人たちはギリシア人の側を選択していたが、彼らが戦うに足りない状態にあるのを見て、すべての都市を全員で立ち退き、パルナッソス山の中の険路へと避難した。
§11.14.2μετὰ δὲ ταῦτα ὁ βασιλεὺς τὴν μὲν τῶν Δωριέων χώραν διεξιὼν οὐδὲν ἠδίκει·
この後、王はドリス人の土地を通過したが、そこでは何ら不当なことは行わなかった。
συνεμάχουν γὰρ Πέρσαις·
彼らはペルシア人と同盟関係にあったからである。
αὐτοῦ δὲ μέρος μὲν τῆς δυνάμεως ἀπέλιπε, καὶ προσέταξεν εἰς Δελφοὺς ἰέναι καὶ τὸ μὲν τέμενος τοῦ Ἀπόλλωνος ἐμπρῆσαι, τὰ δὲ ἀναθήματα συλῆσαι, αὐτὸς δὲ μετὰ τῶν ἄλλων βαρβάρων προελθὼν εἰς τὴν Βοιωτίαν κατεστρατοπέδευσεν.
王は自軍の一部をそこに残し、デルポイに行ってアポロンの聖域を焼き払い、奉納品を略奪するように命じた。 そして自身は、残りの異民族たちとともにボイオティアへと進んで宿営した。
§11.14.3οἱ δʼ ἐπὶ τὴν σύλησιν τοῦ μαντείου πεμφθέντες προῆλθον μὲν μέχρι τοῦ ναοῦ τῆς Προναίας Ἀθηνᾶς, ἐνταῦθα δὲ παραδόξως ὄμβρων μεγάλων καὶ κεραυνῶν πολλῶν ἐκ τοῦ περιέχοντος πεσόντων, πρὸς δὲ τούτοις τῶν χειμώνων πέτρας μεγάλας ἀπορρηξάντων εἰς τὸ στρατόπεδον τῶν βαρβάρων, συνέβη διαφθαρῆναι συχνοὺς τῶν Περσῶν, πάντας δὲ καταπλαγέντας τὴν τῶν θεῶν ἐνέργειαν φυγεῖν ἐκ τῶν τόπων.
神託所の略奪のために派遣された者たちは、プロナイア・アテナの神殿のところまで進んだ。 しかしそこで、不思議なことに、激しい豪雨と多くの雷が周囲から降り注ぎ、その上、大嵐が大きな岩を異民族の陣営に崩れ落としたため、多くのペルシア人が命を落とすこととなり、全員が神々の力に恐れおののいてその場所から逃亡した。
§11.14.4τὸ μὲν οὖν ἐν Δελφοῖς μαντεῖον δαιμονίᾳ τινὶ προνοίᾳ τὴν σύλησιν διέφυγεν·
こうして、デルポイの神託所は神的な摂理によって略奪を免れた。
οἱ δὲ Δελφοὶ τῆς τῶν θεῶν ἐπιφανείας ἀθάνατον ὑπόμνημα καταλιπεῖν τοῖς μεταγενεστέροις βουλόμενοι, τρόπαιον ἔστησαν παρὰ τὸ τῆς Προναίας Ἀθηνᾶς ἱερόν, ἐν ᾧ τόδε τὸ ἐλεγεῖον ἐνέγραψαν,
"
μνᾶμά τʼ ἀλεξάνδρου πολέμου καὶ μάρτυρα νίκας
Δελφοί με στᾶσαν, Ζανὶ χαριζόμενοι
σὺν Φοίβῳ, πτολίπορθον ἀπωσαμένοις στίχα Μήδων
καὶ χαλκοστέφανον ῥυσαμένοις τέμενος.
デルポイの人々は、神々の顕現の不滅の記念碑を後世の人々に残すことを望み、アテナ・プロナイアの神殿の傍らに記念碑を建て、そこに次のようなエレゲイア詩を刻んだ。
"
"戦争を退けた記念、そして勝利の証人として、デルポイの人々は、メディア人の都市を破壊せんとする戦列を撃退し、青銅の冠を戴く聖域を救ってくださったフォイボスとゼウスに感謝を捧げつつ、私を建てた。
§11.14.5Ξέρξης δὲ διὰ τῆς Βοιωτίας διεξιὼν τὴν μὲν τῶν Θεσπιέων χώραν κατέφθειρε, τὰς δὲ Πλαταιὰς ἐρήμους οὔσας ἐνέπρησεν·
"クセルクセスはボイオティアを通過しながらテスピアイ人の土地を荒廃させ、もぬけの殻であったプラタイアイを焼き払った。
οἱ γὰρ ἐν ταῖς πόλεσι ταύταις κατοικοῦντες ἐπεφεύγεσαν εἰς Πελοπόννησον πανδημεί.
これらの都市の住民は全員でペロポネソスへと避難していたからである。
μετὰ δὲ ταῦτα εἰς τὴν Ἀττικὴν ἐμβαλόντες τὴν μὲν χώραν ἐδῄωσαν, τὰς δὲ Ἀθήνας κατέσκαψαν καὶ τοὺς τῶν θεῶν ναοὺς ἐνέπρησαν.
この後、彼らはアッティカに侵入して土地を荒らし、アテナイを破壊し、神々の神殿を焼き払った。
τοῦ δὲ βασιλέως περὶ ταῦτα διατρίβοντος, κατέπλευσεν ὁ στόλος ἐκ τῆς Εὐβοίας εἰς τὴν Ἀττικήν, πεπορθηκὼς τήν τε Εὔβοιαν καὶ τὴν παράλιον τῆς Ἀττικῆς.
王がこれらのことに時間を費やしている間に、艦隊がエウボイアからアッティカへと入港した。 その艦隊はエウボイアとアッティカの沿岸部をすでに略奪し終えていた。