§11.13.1μετὰ δὲ τὴν ναυμαχίαν χειμὼν ἐπιγενόμενος μέγας πολλὰς ἐκτὸς τοῦ λιμένος ὁρμούσας τῶν νεῶν διέφθειρεν, ὥστε δοκεῖν τὸ θεῖον ἀντιλαμβάνεσθαι τῶν Ἑλλήνων, ἵνα τοῦ πλήθους τῶν βαρβαρικῶν νεῶν ταπεινωθέντος ἀντίπαλος ἡ τῶν Ἑλλήνων δύναμις γένηται καὶ πρὸς τὰς ναυμαχίας ἀξιόχρεως διόπερ οἱ μὲν Ἕλληνες ἀεὶ μᾶλλον ἐθάρρουν, οἱ δὲ βάρβαροι ἀεὶ πρὸς τοὺς κινδύνους ἐγίνοντο δειλότεροι.
海戦の後、大嵐が起こり、港の外に停泊していた多くの船を破壊した。 それは神意がギリシア人に味方しているように思われるほどであり、異民族の船の数が減らされることによって、ギリシア人の戦力がこれに対抗しうるものとなり、海戦に堪えうるようになるためであった。 このため、ギリシア人たちはますます勇気を得ていったのに対し、異民族たちは危険を前にして常に弱気になっていった。
οὐ μὴν ἀλλʼ ἀναλαβόντες ἑαυτοὺς ἐκ τῆς ναυαγίας ἁπάσαις ταῖς ναυσὶν ἀνήχθησαν ἐπὶ τοὺς πολεμίους.
それにもかかわらず、彼らは難破の痛手から立ち直ると、全艦隊をもって敵に向かって出帆した。
§11.13.2οἱ δʼ Ἕλληνες, προσγενομένων αὐτοῖς τριήρων πεντήκοντα Ἀττικῶν, ἀντιπαρετάχθησαν τοῖς βαρβάροις.
一方、ギリシア人たちは、アッティカの三段櫂船五十隻が加わったので、異民族に対して陣を敷いた。
ἦν δʼ αὐτῶν ἡ ναυμαχία παραπλήσιος ταῖς περὶ τὰς Θερμοπύλας μάχαις·
彼らのこの海戦は、テルモピュライをめぐる戦闘とよく似ていた。
οἱ μὲν γὰρ Πέρσαι διεγνώκεσαν βιάσασθαι τοὺς Ἕλληνας καὶ τὸν Εὔριπον διεκπλεῦσαι, οἱ δʼ Ἕλληνες ἐμφράξαντες τὰ στενὰ προεμάχοντο τῶν ἐντὸς τῆς Εὐβοίας συμμαχούντων.
というのも、ペルシア人たちはギリシア軍を強行突破してエウリポス海峡を通り抜けようと決意していたのに対し、ギリシア人たちは狭路を封鎖して、エウボイアの内側にいる同盟者たちのために防戦したからである。
γενομένης δὲ ναυμαχίας ἰσχυρᾶς πολλαὶ νῆες παρʼ ἀμφοτέρων διεφθάρησαν, καὶ νυκτὸς ἐπιγενομένης ἠναγκάσθησαν ἀνακάμπτειν ἐπὶ τοὺς οἰκείους λιμένας.
激しい海戦が起こり、双方ともに多くの船が破壊され、夜が訪れたために、それぞれ自軍の港へと退却せざるをえなかった。
ἀριστεῦσαι δὲ ἐν ἀμφοτέραις ταῖς ναυμαχίαις φασὶ παρὰ μὲν τοῖς Ἕλλησιν Ἀθηναίους, παρὰ δὲ τοῖς βαρβάροις Σιδωνίους.
なお、これら二つの海戦において最も勇敢に戦ったのは、ギリシア側ではアテナイ人であり、異民族側ではシドン人であったと言われている。
§11.13.3μετὰ δὲ ταῦτα οἱ Ἕλληνες ἀκούσαντες τὰ περὶ Θερμοπύλας γενόμενα, πυθόμενοι δὲ καὶ τοὺς Πέρσας πεζῇ προάγειν ἐπὶ τὰς Ἀθήνας, ἠθύμησαν·
この後、ギリシア人たちはテルモピュライをめぐって起こった出来事を聞き、またペルシア軍が陸路でアテナイに向かって進撃していることを知って、落胆した。
διόπερ ἀποπλεύσαντες εἰς Σαλαμῖνα διέτριβον ἐνταῦθα.
そのため、サラミスへと船で退却し、そこに留まった。
§11.13.4οἱ δʼ Ἀθηναῖοι θεωροῦντες πανδημεὶ κινδυνεύοντας τοὺς ἐν ταῖς Ἀθήναις, τέκνα καὶ γυναῖκας καὶ τῶν ἄλλων χρησίμων ὅσα δυνατὸν ἦν εἰς τὰς ναῦς ἐνθέντες διεκόμισαν εἰς Σαλαμῖνα.
一方、アテナイ人たちは、アテナイにいる人々全員が危機に瀕しているのを見て、子供や妻、およびその他の財産のうち可能な限りのものを船に載せ、サラミスへと移送した。
§11.13.5ὁ δὲ τῶν Περσῶν ναύαρχος πυθόμενος τὸν τῶν πολεμίων ἀπόπλουν, κατῆρεν εἰς τὴν Εὔβοιαν μετὰ παντὸς τοῦ στόλου, καὶ τὴν τῶν Ἱστιαιέων πόλιν βίᾳ χειρωσάμενος καὶ διαρπάσας τὴν χώραν αὐτῶν ἐδῄωσεν.
ペルシアの艦隊指揮官は、敵が撤退したことを知ると、全艦隊を率いてエウボイアへと入港し、ヒスティアイア人の町を力づくで制圧し、彼らの土地を略奪して荒廃させた。