§11.11.1ὧν τὰς ἀρετὰς τίς οὐκ ἂν θαυμάσειεν;
これらの人々の勇気(徳)を、誰が賞賛せずにいられようか。
οἵτινες μιᾷ γνώμῃ χρησάμενοι τὴν μὲν ἀφωρισμένην τάξιν ὑπὸ τῆς Ἑλλάδος οὐκ ἔλιπον, τὸν ἑαυτῶν δὲ βίον προθύμως ἐπέδωκαν εἰς τὴν κοινὴν τῶν Ἑλλήνων σωτηρίαν, καὶ μᾶλλον εἵλοντο τελευτᾶν καλῶς ἢ ζῆν αἰσχρῶς.
彼らは心を一つにして、ギリシアによって割り当てられた持ち場を離れず、ギリシア人の共通の救済のために自らの命を進んで捧げ、不名誉に生きるよりも見事に死ぬことを選んだのである。
καὶ τὴν τῶν Περσῶν δὲ κατάπληξιν οὐκ ἄν τις ἀπιστήσαι γενέσθαι.
また、ペルシア人たちの驚愕が生じたことを疑う者もいないであろう。
§11.11.2τίς γὰρ ἂν τῶν βαρβάρων ὑπέλαβε τὸ γεγενημένον;
なぜなら、異民族の誰が起こったことを予期しただろうか。
τίς δʼ ἂν προσεδόκησεν ὅτι πεντακόσιοι τὸν ἀριθμὸν ὄντες ἐτόλμησαν ἐπιθέσθαι ταῖς ἑκατὸν μυριάσι;
また、わずか五百人という数でありながら、百万の軍勢に敢えて襲いかかろうなどと、誰が予想しただろうか。
διὸ καὶ τίς οὐκ ἂν τῶν μεταγενεστέρων ζηλώσαι τὴν ἀρετὴν τῶν ἀνδρῶν, οἵτινες τῷ μεγέθει τῆς περιστάσεως κατεσχημένοι τοῖς μὲν σώμασι κατεπονήθησαν, ταῖς δὲ ψυχαῖς οὐχ ἡττήθησαν;
それゆえ、後世の誰が彼らの勇気を慕わずにいられようか。 彼らは事態の圧倒的な大きさに取り囲まれ、肉体においては打ちのめされたものの、精神においては屈服しなかったのである。
τοιγαροῦν οὗτοι μόνοι τῶν μνημονευομένων κρατηθέντες ἐνδοξότεροι γεγόνασι τῶν ἄλλων τῶν τὰς καλλίστας νίκας ἀπενηνεγμένων.
したがって、彼らは記憶されるすべての人々の中で唯一、敗北しながらも、最も輝かしい勝利を収めた他の誰よりも高名になったのである。
χρὴ γὰρ οὐκ ἐκ τῶν ἀποτελεσμάτων κρίνειν τοὺς ἀγαθοὺς ἄνδρας, ἀλλʼ ἐκ τῆς προαιρέσεως·
というのも、優れた人々を結果によってではなく、その志によって判断すべきだからである。
τοῦ μὲν γὰρ ἡ τύχη κυρία, τοῦ δʼ ἡ προαίρεσις δοκιμάζεται.
なぜなら、前者は運命が支配するが、後者は志そのものが試されるからである。
§11.11.3τίς γὰρ ἂν ἐκείνων ἀμείνους ἄνδρας κρίνειεν, οἵτινες οὐδὲ τῷ χιλιοστῷ μέρει τῶν πολεμίων ἴσοι τὸν ἀριθμὸν ὄντες ἐτόλμησαν τοῖς ἀπιστουμένοις πλήθεσι παρατάξαι τὴν ἑαυτῶν ἀρετήν;
敵の千分の一にも満たない数でありながら、信じがたいほどの多勢に対して自らの勇気をもって立ち向かった彼ら以上に、優れた人々を誰が判定できようか。
οὐ κρατήσειν τῶν τοσούτων μυριάδων ἐλπίζοντες, ἀλλʼ ἀνδραγαθίᾳ τοὺς πρὸ αὐτῶν ἅπαντας ὑπερβαλεῖν νομίζοντες, καὶ τὴν μὲν μάχην αὑτοῖς εἶναι κρίνοντες πρὸς τοὺς βαρβάρους, τὸν ἀγῶνα δὲ καὶ τὴν ὑπὲρ τῶν ἀριστείων κρίσιν πρὸς ἅπαντας τοὺς ἐπʼ ἀρετῇ θαυμαζομένους ὑπάρχειν.
それほど多くの軍勢に勝利することを望んだのではなく、勇気において先人すべてを凌駕することになると考え、自分たちにとって戦いそのものは異民族に対するものであるが、手柄をめぐる競争と審査は、徳において賞賛されるすべての人々を相手とするものである、と判断していたのである。
§11.11.4μόνοι γὰρ τῶν ἐξ αἰῶνος μνημονευομένων εἵλοντο μᾶλλον τηρεῖν τοὺς τῆς πόλεως νόμους ἢ τὰς ἰδίας ψυχάς, οὐ δυσφοροῦντες ἐπὶ τῷ μεγίστους ἑαυτοῖς ἐφεστάναι κινδύνους, ἀλλὰ κρίνοντες εὐκταιότατον εἶναι τοῖς ἀρετὴν ἀσκοῦσι τοιούτων ἀγώνων τυγχάνειν.
なぜなら、古来記憶されている人々の中で彼らだけが、自らの命よりも国法を守ることを選び、自分たちに最大の危険が差し迫っていることに不満を抱くこともなく、むしろ徳を修める者たちにとってこのような戦いの機会を得ることこそが最も望ましいことであると判断したからである。
§11.11.5δικαίως δʼ ἄν τις τούτους καὶ τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας αἰτίους ἡγήσαιτο ἢ τοὺς ὕστερον ἐν ταῖς πρὸς Ξέρξην μάχαις νικήσαντας·
また、のちにクセルクセスとの戦いにおいて勝利を収めた者たち以上に、この人々こそがギリシア人の共通の自由をもたらした原因であると考えるのは正当なことだろう。
τούτων γὰρ τῶν πράξεων μνημονεύοντες οἱ μὲν βάρβαροι κατεπλάγησαν, οἱ δὲ Ἕλληνες παρωξύνθησαν πρὸς τὴν ὁμοίαν ἀνδραγαθίαν.
というのも、彼らのこれらの行いを思い出すことで、異民族たちは恐怖に陥り、他方ギリシア人たちは同様の勇猛へと駆り立てられたからである。
§11.11.6καθόλου δὲ μόνοι τῶν πρὸ ἑαυτῶν διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς εἰς ἀθανασίαν μετήλλαξαν.
総じて、彼らは卓越した勇気のゆえに、自分たち以前の誰とも異なり、唯一その生を不死へと移し変えたのである。
διόπερ οὐχ οἱ τῶν ἱστοριῶν συγγραφεῖς μόνον, ἀλλὰ πολλοὶ καὶ τῶν ποιητῶν καθύμνησαν αὐτῶν τὰς ἀνδραγαθίας·
それゆえ、歴史の記述者たちだけでなく、多くの詩人たちもまた彼らの勇猛な行いを歌い称えた。
ὧν γέγονε καὶ Σιμωνίδης, ὁ μελοποιός, ἄξιον τῆς ἀρετῆς αὐτῶν ποιήσας ἐγκώμιον, ἐν ᾧ λέγει
"
τῶν ἐν Θερμοπύλαις θανόντων
εὐκλεὴς μὲν ἁ τύχα, καλὸς δʼ ὁ πότμος,
βωμὸς δʼ ὁ τάφος, πρὸ γόων δὲ μνᾶστις, ὁ δʼ οἶτος ἔπαινος.
その一人に抒情詩人シモニデスもおり、彼は彼らの勇気にふさわしい賛歌を作ったが、その中で以下のように述べている。 「テルモピュライで死んだ者たちの、運命は栄光に満ち、その死は美しい。 墓は祭壇であり、哀悼の代わりに記憶があり、その最後は賛辞である。
ἐντάφιον δὲ τοιοῦτον οὔτʼ εὐρὼς
οὔθʼ ὁ πανδαμάτωρ ἀμαυρώσει χρόνος.
このような死に装束を、黴も、万物を従える時間も曇らせることはない。
ἀνδρῶν ἀγαθῶν ὅδε σηκὸς οἰκέταν εὐδοξίαν
Ἑλλάδος εἵλετο.
優れた人々を祀るこの聖域は、ギリシアの良き名声をその住人として選んだ。
μαρτυρεῖ δὲ καὶ Λεωνίδας
ὁ Σπάρτας βασιλεύς, ἀρετᾶς μέγαν λελοιπὼς
κόσμον ἀέναόν τε κλέος.
これに証人となるのが、スパルタの王レオニダスであり、彼は勇気の大きな飾りと不朽の名声を遺したのである。
"
」