Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.1.1-11.1.5

薛西斯的远征计划与迦太基结盟

第 2 段,共 723 段 · 希腊语

内容简介

狄奥多罗斯概述了本卷的历史叙述范围,并解释了薛西斯入侵希腊的背景。在马尔多尼乌斯的极力劝说下,薛西斯与迦太基人结盟,准备对东方和西方(西西里)的希腊人同时发起进攻,从而展开了庞大的军事动员。

§11.1.1ἡ μὲν οὖν πρὸ ταύτης βίβλος, τῆς ὅλης συντάξεως οὖσα δεκάτη, τὸ τέλος ἔσχε τῶν πράξεων εἰς τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ξέρξου διαβάσεως εἰς τὴν Εὐρώπην καὶ εἰς τὰς γενομένας δημηγορίας ἐν τῇ κοινῇ συνόδῳ τῶν Ἑλλήνων ἐν Κορίνθῳ περὶ τῆς Γέλωνος συμμαχίας τοῖς Ἕλλησιν·
在此之前的第十卷(即整部著作的第十卷),其历史叙述截至薛西斯渡海进入欧洲的前一年,以及希腊人在科林斯举行的联合会议上关于盖隆与希腊人结盟的演讲。
ἐν ταύτῃ δὲ τὸ συνεχὲς τῆς ἱστορίας ἀναπληροῦντες ἀρξόμεθα μὲν ἀπὸ τῆς Ξέρξου στρατείας ἐπὶ τοὺς Ἕλληνας, καταλήξομεν δὲ ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον ἡγουμένου Κίμωνος.
在本卷中,为了补全历史的连续性,我们将从薛西斯对希腊人的远征开始,到西蒙统率下的雅典人对塞浦路斯远征的前一年结束。
§11.1.2ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Καλλιάδου Ῥωμαῖοι κατέστησαν ὑπάτους Σπόριον Κάσσιον καὶ Πρόκλον Οὐεργίνιον Τρίκοστον, ἤχθη δὲ καὶ παρʼ Ἠλείοις Ὀλυμπιὰς πέμπτη πρὸς ταῖς ἑβδομήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Ἀστύλος Συρακόσιος.
雅典执政官卡利亚德斯在任时,罗马人任命斯普里乌斯·卡西乌斯和普罗克鲁斯·维尔吉尼乌斯·特里科斯图斯为执政官,埃利斯人也举办了第七十五届奥林匹克运动会,叙拉古的阿斯图洛斯在短跑比赛中获胜。
ἐπὶ δὲ τούτων Ξέρξης ὁ βασιλεὺς ἐστράτευσεν ἐπὶ τὴν Ἑλλάδα διὰ ταύτην τὴν αἰτίαν.
在这些人任职期间,国王薛西斯因以下原因对希腊发动了远征。
§11.1.3Μαρδόνιος ὁ Πέρσης ἀνεψιὸς μὲν καὶ κηδεστὴς ἦν Ξέρξου, διὰ δὲ σύνεσιν καὶ ἀνδρείαν μάλιστα θαυμαζόμενος παρὰ τοῖς Πέρσαις.
波斯人马尔多尼乌斯是薛西斯的表兄弟兼妹夫,因其智慧和勇气在波斯人中备受赞誉。
οὗτος μετέωρος ὢν τῷ φρονήματι καὶ τὴν ἡλικίαν ἀκμάζων, ἐπεθύμει μεγάλων δυνάμεων ἀφηγήσασθαι· διόπερ ἔπεισε τὸν Ξέρξην καταδουλώσασθαι τοὺς Ἕλληνας, ἀεὶ πολεμικῶς ἔχοντας πρὸς τοὺς Πέρσας.
他心怀大志,正值壮年,极度渴望指挥大军;因此,他劝说薛西斯去奴役那些对波斯人始终持有敌意态度的希腊人。
§11.1.4ὁ δὲ Ξέρξης πεισθεὶς αὐτῷ καὶ βουλόμενος πάντας τοὺς Ἕλληνας ἀναστάτους ποιῆσαι, διεπρεσβεύσατο πρὸς Καρχηδονίους περὶ κοινοπραγίας καὶ συνέθετο πρὸς αὐτούς, ὥστε αὐτὸν μὲν ἐπὶ τοὺς τὴν Ἑλλάδα κατοικοῦντας Ἕλληνας στρατεύειν, Καρχηδονίους δὲ τοῖς αὐτοῖς χρόνοις μεγάλας παρασκευάσασθαι δυνάμεις καὶ καταπολεμῆσαι τῶν Ἑλλήνων τοὺς περὶ Σικελίαν καὶ Ἰταλίαν οἰκοῦντας.
薛西斯听从了他的劝说,并企图让所有希腊人都流离失所,于是派使节前往迦太基商讨协同作战,并与他们达成协议:由他本人对居住在希腊本土的希腊人进行远征,而迦太基人则在同一时期准备大军,去击败居住在西西里和意大利周边的希腊人。
§11.1.5ἀκολούθως οὖν ταῖς συνθήκαις Καρχηδόνιοι μὲν χρημάτων πλῆθος ἀθροίσαντες μισθοφόρους συνῆγον ἔκ τε τῆς Ἰταλίας καὶ Λιγυστικῆς, ἔτι δὲ Γαλατίας καὶ Ἰβηρίας, πρὸς δὲ τούτοις ἐκ τῆς Λιβύης ἁπάσης καὶ τῆς Καρχηδόνος κατέγραφον πολιτικὰς δυνάμεις·
于是,按照协定,迦太基人筹集了巨额资金,从意大利、利古里亚以及加拉太和伊比利亚招募雇佣军,此外,还从整个利比亚和迦太基本土征集了公民军队。
τέλος δὲ τριετῆ χρόνον περὶ τὰς παρασκευὰς ἀσχοληθέντες ἤθροισαν πεζῶν μὲν ὑπὲρ τὰς τριάκοντα μυριάδας, ναῦς δὲ διακοσίας.
最后,在花了三年时间进行准备后,他们集结了三十万以上的步兵和两百艘战船。

词汇与语法注释

  1. §11.1.1τὸ τέλος ἔσχε τῶν πράξεων εἰς τὸν προηγούμενον ἐνιαυτὸν — 意为“历史叙述截至……结束”。介词 εἰς 表示时间上的极限或终点。
  2. §11.1.3μετέωρος ὢν τῷ φρονήματι καὶ τὴν ἡλικίαν ἀκμάζων — 表示心理状态的关系与格 τῷ φρονήματι 与表示身体状态的关系宾格 τὴν ἡλικίαν 并列使用。μετέωρος 字面意思是“悬在空中的”,这里比喻为“怀有野心的”或“高傲的”。
  3. §11.1.4ὥστε αὐτὸν μὲν ἐπὶ τοὺς τὴν Ἑλλάδα κατοικοῦντας Ἕλληνας στρατεύειν — 连词 ὥστε 引导一个说明性或名词性从句,规定了协定(συνέθετο)的具体内容,并支配带主格(对格)αὐτόν 的不定式 στρατεύειν。
  4. §11.1.5πολιτικὰς δυνάμεις — 字面意思是“市民军队”。这与前文提到的来自各地的“雇佣兵(μισθοφόρους)”相对比,指从迦太基本土及利比亚直辖领地征募的本国正规军。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.1.1-11.1.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.1.1-11.1.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。