Humanitext Reader

プラトン · エピノミス §991-992

宇宙的調和の知見と真の知者の国家統治

11 / 11 箇所 · ギリシア語

要旨

数の比や平均の調和的な構造がミューズの舞踊や宇宙の秩序を形成していることを示し、天体観測と魂の優先性の理解を通じてこれを修得した少数の知者が、国家の最高官職に就くべきであると提唱する。

§991ΑΘ. ἡ μὲν δὴ πρώτη τοῦ διπλασίου κατʼ ἀριθμὸν ἓν πρὸς δύο κατὰ λόγον φερομένη, διπλάσιον δὲ ἡ κατὰ δύναμιν οὖσα· ἡ δʼ εἰς τὸ στερεόν τε καὶ ἁπτὸν πάλιν αὖ διπλάσιον, ἀφʼ ἑνὸς εἰς ὀκτὼ διαπορευθεῖσα·
ΑΘ. さて、数における最初の(二倍)は、比において一対二として進むものであり、二乗における二倍が第二のものであり、さらに立体および触知できるものへと至る三番目の二倍は、一から八へと進むものである。
ἡ δὲ διπλασίου μὲν εἰς μέσον, ἴσως δὲ τοῦ ἐλάττονος πλέον ἔλαττόν τε τοῦ μείζονος, τὸ δʼ ἕτερον τῷ αὐτῷ μέρει τῶν ἄκρων αὐτῶν ὑπερέχον τε καὶ ὑπερεχόμενον—ἐν μέσῳ δὲ τοῦ ἓξ πρὸς τὰ δώδεκα συνέβη τό τε ἡμιόλιον καὶ ἐπίτριτον—τούτων αὐτῶν ἐν τῷ μέσῳ ἐπʼ ἀμφότερα στρεφομένη τοῖς ἀνθρώποις σύμφωνον χρείαν καὶ σύμμετρον ἀπενείματο παιδιᾶς ῥυθμοῦ τε καὶ ἁρμονίας χάριν, εὐδαίμονι χορείᾳ Μουσῶν δεδομένη.
また、二倍の中間に至るものであって、一方は小さい方から同じだけ多く、大きい方から同じだけ少なく、他方は両端それ自体の同じ割合によって上回り、また上回られるもの――六から十二の中間において、一・五倍と一・三分の一倍が生じるのであるが―― これら(平均)自体の中間にあって、双方の側へと折り返すものが、ミューズたちの祝福された舞踊に授けられて、遊びとリズムと調和のために、人々に協和的で均整のとれた効用を分け与えた。
ταῦτα μὲν οὖν δὴ ταύτῃ γιγνέσθω τε καὶ ἐχέτω σύμπαντα·
したがって、これらすべてはそのように生じ、また保たれるべきである。
τὸ δʼ ἐπὶ τούτοις τέλος, εἰς θείαν γένεσιν ἅμα καὶ τὴν τῶν ὁρατῶν καλλίστην τε καὶ θειοτάτην φύσιν ἰτέον, ὅσην ἀνθρώποις θεὸς ἔδωκεν κατιδεῖν, ἣν οὔποτε ἄνευ τῶν νῦν διειρημένων μὴ κατιδὼν ἐπεύξηταί τις ῥᾳστώνῃ παραλαβεῖν.
しかし、これらに続く目的として、神的な生成と同時に、目に見えるもののうちで最も美しく最も神的な自然へと進まねばならない。 それは、神が人間に見ることを許した限りのものであり、これ(その自然)を、今や詳述された事柄なしには、決して誰もそれを見ることなく、安易に獲得できると誇ることはできない。
πρὸς τούτοις δὲ τὸ καθʼ ἓν τῷ κατʼ εἴδη προσακτέον ἐν ἑκάσταις ταῖς συνουσίαις, ἐρωτῶντά τε καὶ ἐλέγχοντα τὰ μὴ καλῶς ῥηθέντα·
これらに加えて、日々のあらゆる交わりにおいて、個々のことを形(種)に従って関連づけ、問いかけ、正しく語られなかったことを吟味せねばならない。
πάντως γὰρ καλλίστη καὶ πρώτη βάσανος ἀνθρώποις ὀρθῶς γίγνεται, ὅσαι δὲ οὐκ οὖσαι προσποιοῦνται, ματαιότατος πόνος ἁπάντων.
なぜなら、これは人間にとって確実に最も美しく第一の、正しい試金石となるからであり、そうでないのにそうであるかのように装うすべてのものは、あらゆる苦労のうちで最も虚しいものとなるからである。
ἔτι δὲ τὴν ἀκρίβειαν τοῦ χρόνου ἡμῖν ληπτέον, ὡς ἀκριβῶς ἀποτελεῖ πάντα τὰ κατʼ οὐρανὸν γιγνόμενα, ἵνʼ ὁ πιστεύσας ὡς ὁ λόγος ἀληθὴς γέγονεν ὅτι πρεσβύτερόν τʼ ἐστὶν ἅμα καὶ θειότερον ψυχὴ σώματος, ἡγήσαιτʼ ἂν παγκάλως τε καὶ ἱκανῶς εἰρῆσθαι τὸ θεῶν εἶναι πάντα πλέα καὶ μηδέποτε λήθῃ μηδὲ ἀμελείᾳ τῶν κρειττόνων ἡμᾶς παρωλιγωρῆσθαι.
さらに、われわれは時間の正確さを把握せねばならない。 天において生じるすべてのことがいかに正確に遂行されているか。 それは、「魂は体よりも先であり、かつより神的である」という議論が真実となったことを信じた人が、「万物は神々に満ちており、われわれはより優れた者たちの忘却や怠慢によって決して軽んじられてはいない」という言葉が極めて美しく、かつ十分に語られたと考えるようになるためである。
νοητέον δʼ ἐστὶν περὶ πάντα τὰ τοιαῦτα τόδε, ὡς, ἐὰν μέν τις ἕκαστα τούτων ὀρθῶς λαμβάνῃ, μέγʼ ὄφελος γίγνεται τῷ παραλαμβάνοντι κατὰ τρόπον, εἰ δὲ μή, θεὸν ἄμεινον ἀεὶ καλεῖν·
これらすべてのことについて、次のことを理解せねばならない。 すなわち、もし人がこれらの個々を正しく受け取るならば、適切な方法で受け取る者にとって大きな益となるが、そうでなければ、常に神を呼ぶ方がよい。
ὁ δὲ τρόπος ὅδε —ἀνάγκη γὰρ τό γε τοσοῦτον φράζειν—πᾶν διάγραμμα ἀριθμοῦ τε σύστημα καὶ ἁρμονίας σύστασιν ἅπασαν τῆς τε τῶν ἄστρων περιφορᾶς τὴν ὁμολογίαν οὖσαν μίαν ἁπάντων ἀναφανῆναι δεῖ τῷ κατὰ τρόπον μανθάνοντι, φανήσεται δέ, ἄν, ὃ λέγομεν, ὀρθῶς τις εἰς ἓν βλέπων μανθάνῃ—
その方法とは次のようである。 ――少なくともこれだけは語ることが不可欠である――すなわち、あらゆる図形、数の体系、調和のあらゆる組織、そして天体の運行の一致が、適切に学ぶ者にとって、すべてに共通する単一のものとして現れねばならない。 そしてそれは、われわれが言うように、正しく一つのものに目を向けて学ぶならば、現れるであろう。
§992ΑΘ. δεσμὸς γὰρ πεφυκὼς πάντων τούτων εἷς ἀναφανήσεται διανοουμένοις —εἰ δʼ ἄλλως πως ταῦτα μεταχειριεῖταί τις, τύχην δεῖ καλεῖν, ὥσπερ καὶ λέγομεν.
―― ΑΘ. なぜなら、深く考える人々にとって、これらすべてを繋ぐ一つの自然な絆が現れるからである。 もし誰かがこれらを他の方法で扱うなら、われわれが言うように、運に頼るべきである。
οὐ γὰρ ἄνευ γε τούτων μήποτέ τις ἐν πόλεσιν εὐδαίμων γένηται φύσις, ἀλλʼ οὗτος ὁ τρόπος, αὕτη ἡ τροφή, ταῦτα τὰ μαθήματα·
なぜなら、これらなしには、いかなる天性も国々において幸福になることは決してないからであり、むしろこれが方法であり、これが養育であり、これらが学習である。
εἴτε χαλεπὰ εἴτε ῥᾴδια, ταύτῃ πορευτέον.
困難であろうと容易であろうと、この道を進まねばならない。
ἀμελῆσαι δὲ οὐ θεμιτόν ἐστιν θεῶν, καταφανοῦς γενομένης τῆς πάντων αὐτῶν κατὰ τρόπον λεγομένης φήμης εὐτυχοῦς.
そして、これらすべてについて適切に語られた幸運な神託が明白になった以上、神々を無視することは神法に背くことである。
τὸν δὲ σύμπαντα ταῦτα οὕτως εἰληφότα, τοῦτον λέγω τὸν ἀληθέστατα σοφώτατον·
これらすべてをこのように獲得した者、その者こそを私は最も真に知者であると言う。
ὃν καὶ διισχυρίζομαι παίζων καὶ σπουδάζων ἅμα, ὅτε θανάτῳ τις τῶν τοιούτων τὴν αὑτοῦ μοῖραν ἀναπλήσει, σχεδὸν ἐάνπερ ἔτʼ ἀποθανὼν ᾖ, μήτε μεθέξειν ἔτι πολλῶν τότε καθάπερ νῦν αἰσθήσεων, μιᾶς τε μοίρας μετειληφότα μόνον καὶ ἐκ πολλῶν ἕνα γεγονότα, εὐδαίμονά τε ἔσεσθαι καὶ σοφώτατον ἅμα καὶ μακάριον, εἴτε τις ἐν ἠπείροις εἴτʼ ἐν νήσοις μακάριος ὢν ζῇ, κἀκεῖνον μεθέξειν τῆς τοιαύτης ἀεὶ τύχης, κεἴτε δημοσίᾳ τις ἐπιτηδεύσας ταῦτα εἴτε ἰδίᾳ διαβιῷ, τὰ αὐτὰ καὶ ὡσαύτως αὐτὸν πράξειν παρὰ θεῶν.
そして私は、冗談半分、本気半分で主張するのだが、そのような者の誰かが死によって自らの運命を全うするとき、ほぼ、もし彼が死んだ状態にあるなら、もはや現在のように多くの感覚を分かち持つことはなく、ただ一つの運命のみを分かち持ち、多くのものから一つとなって、幸福であり、同時に最も知恵があり、かつ祝福された者となるであろう。 大陸で生きようと、島々で祝福されて生きようと、その者は常にそのような幸運を分かち持つであろう。 そして、公的にこれらを実践した者であれ、私的に生涯を送った者であれ、神々から同じことを同様に受けるであろう。
ὃ δὲ κατʼ ἀρχάς τε ἐλέγομεν, καὶ νῦν αὑτὸς πάρεστι λόγος ἀληθὴς ὄντως, ὡς οὐ δυνατὸν ἀνθρώποις τελέως μακαρίοις τε καὶ εὐδαίμοσι γενέσθαι πλὴν ὀλίγων, ἔστιν ταῦτα ὀρθῶς εἰρημένα·
そして、われわれが最初にも語り、今も全く同じ議論が実に真実としてそこにあるが、人間にとって完全に祝福され幸福になることは、少数の者を除いて不可能であるという、これらのことは正しく語られたのである。
ὁπόσοι γὰρ θεῖοι καὶ σώφρονες ἅμα τῆς ἄλλης τε μετέχοντες ἀρετῆς φύσει, πρὸς δὲ τούτοις ὅσα μαθήματος ἔχεται μακαρίου πάντα εἰληφότες —ἃ δʼ ἔστιν εἰρήκαμεν—τούτοισιν μόνοις τὰ τοῦ δαιμονίου σύμπαντα ἱκανῶς εἴληχέ τε καὶ ἔχει.
なぜなら、神性を備え、同時に節度があり、本性において他の徳を分かち持っており、さらにこれらに加えて、祝福された学習に属するすべてのものを獲得した者たち――それが何であるかはわれわれが語った―― これら少数の者にのみ、神的な領域のすべてが十分に割り当てられ、かつ保たれているからである。
τοῖς μὲν οὖν ταῦτα οὕτω διαπονήσασιν ἰδίᾳ λέγομεν καὶ δημοσίᾳ κατὰ νόμον τίθεμεν, εἰς πρεσβύτου τέλος ἀφικομένοις τὰς μεγίστας ἀρχὰς παραδίδοσθαι δεῖν, τοὺς δʼ ἄλλους τούτοις συνεπομένους εὐφημεῖν πάντας θεοὺς ἅμα καὶ πάσας, καὶ τὸν νυκτερινὸν σύλλογον ἐπὶ ταύτην τὴν σοφίαν ἱκανῶς γνόντας τε καὶ δοκιμάσαντας ἡμᾶς ὀρθότατα πάντας παρακαλεῖν.
それゆえ、これらのことをそのように努力して成し遂げた人々に対して、われわれは私的に語り、公的に法律として定める。 彼らが老齢の期に達したとき、最大の官職が引き渡されねばならない。 そして、他の人々は彼らに従い、すべての神々と女神たちを等しく讃えるべきである。 そしてわれわれは、夜の会議がこの知恵について十分に認識し、かつ吟味した上で、最も正しく全員を招き入れるべきである。

語釈・文法注

  1. 991aἡ μὲν δὴ πρώτη τοῦ διπλασίου — 省略された名詞(おそらく αναλογία「比例」または πρόοδος「進行」)を補って解釈する。続く ἡ κατὰ δύναμιν および ἡ εἰς τὸ στερεόν も同様の省略を含んでおり、それぞれ「数の上での二倍の比(1:2)」、「二乗(平方)における二倍(1:2:4 の系列における平均、幾何平均)」、「立体における二倍(1:8)」というピタゴラス的な三つの比例の次元を表している。
  2. 991aἴσως δὲ τοῦ ἐλάττονος πλέον ἔλαττόν τε τοῦ μείζονος — 算術平均の定義(例:6と12の中間の9は、6より3多く、12より3少ない)を示す。ἴσως は副詞的に「等しい量だけ」を意味し、属格 τοῦ ἐλάττονος と τοῦ μείζονος は比較の属格。これに続く τὸ δ' ἕτερον... は調和平均(例:6と12の中間の8は、6をその3分の1である2だけ上回り、12からその3分の1である4だけ下回る)を説明している。
  3. 991dἵνʼ ὁ πιστεύσας... ἡγήσαιτʼ ἂν — 目的節 ἵνα の中での ἂν + 希求法(ἡγήσαιτʼ ἂν)の用法。これは、主節の義務・妥当性の表現(ληπτέον)を受けて、目的が単なる直接的結果ではなく、「〜と信じた人なら〜と考えるかもしれないという潜在的な可能性」を含むニュアンスを帯びている。分詞 ὁ πιστεύσας は条件的な意味(「信じた人ならば」)を帯び、潜在希求法の帰結部に対応する。
  4. 992bμεθέξειν ἔτι πολλῶν τότε καθάπερ νῦν αἰσθήσεων — 対格不定詞句の主語である τὸν ... εἰληφότα(992b冒頭)に係る分詞 μετειληφότα と γεγονότα(992b)の構文。死後に多くの感覚(αἰσθήσεις)から解放され、多なるものから単一なるものへと統合されるという魂の浄化のプロセスを、対格不定詞句の述語関係(μιᾶς μοίρας μετειληφότα... εὐδαίμονά τε ἔσεσθαι)によって表現している。

この箇所を引用する

プラトン, エピノミス §991-992. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg035.humanitext-grc2:991-992

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。