§973ΚΛ. πρὸς μὲν τὸ τῆς ὁμολογίας ἥκομεν ἅπαντες ὀρθῶς, ὦ ξένε, τρεῖς ὄντες, ἐγὼ καὶ σὺ καὶ Μέγιλλος ὅδε, τὸ τῆς φρονήσεως ἐπισκεψόμενοι τίνι ποτὲ χρὴ λόγῳ διεξελθεῖν, ὃ τὴν ἀνθρωπίνην ἕξιν φαμέν, ὅταν διανοηθῇ, κάλλιστʼ ἔχειν ποιεῖν πρὸς φρόνησιν ὅσην δυνατὸν ἀνθρώπῳ σχεῖν.
クレイニアス:私たちはみな、合意に従って正しくここに集まりました、異邦人よ。 私と、あなたと、ここにいるメギロスの三人です。 それは、知慮について、いかなる説明によって解明すべきかを検討するためです。 私たちは、人間のあり方が思索するときに、人間が持ちうる限りの最高の知慮へと至るようにする、と語っているものについてです。
τὰ μὲν γὰρ ἄλλα, ὥς φαμεν, ἅπαντα διεξήλθομεν ὅσα ἦν περὶ νόμων θέσιν·
というのも、他の事柄、すなわち法律の制定に関するすべてのことは、私たちの言うように語り尽くしたからです。
ὃ δὲ μέγιστον εὑρεῖν τε καὶ εἰπεῖν, τί ποτε μαθὼν θνητὸς ἄνθρωπος σοφὸς ἂν εἴη, τοῦτο οὔτε εἴπομεν οὔτε ηὕρομεν, νῦν τε πειρώμεθα τοῦτο μὴ καταλιπεῖν·
しかし、発見し語るべき最も重要なこと、すなわち、死すべき人間がいったい何を学べば賢者になり得るのか、という点については、私たちは語ることも発見することもありませんでした。 そして今、私たちはこれを残したままにしないように努めましょう。
σχεδὸν γὰρ ἀτελὲς ἂν πράξαιμεν οὗ χάριν ἅπαντες ὡρμήσαμεν, ὡς φανερὰ ποιήσοντες ἐξ ἀρχῆς μέχρι τέλους.
というのも、私たちが全員で着手した目的そのものが、最初から最後までを明らかにするものとして、ほとんど未完のままになってしまうからです。
ΑΘ. ὦ φίλε Κλεινία, καλῶς μὲν λέγεις, ἄτοπον μὴν ἀκούσεσθαί σε λόγον οἶμαι, καί τινα τρόπον οὐκ ἄτοπον αὖ.
アテナイ人:友なるクレイニアスよ、君の言うことはもっともだが、君は奇妙な議論を聞くことになるだろうと思う、しかしまたある意味では奇妙ではない議論でもある。
πολλοὶ γὰρ δὴ προστυχεῖς τῷ βίῳ γιγνόμενοι τὸν αὐτὸν λόγον φέρουσιν, ὡς οὐκ ἔσται μακάριον τὸ τῶν ἀνθρώπων γένος οὐδʼ εὔδαιμον.
実のところ、人生に直面した多くの人々が、人類というものは祝福されることも幸福になることもないという同じ議論を携えてくるからだ。
ἕπου δὴ καὶ σύνιδε ἄν σοι δοκῶ κἀγὼ μετʼ αὐτῶν καλῶς τοῦ τοιούτου πέρι λέγειν.
私についてきて、私が彼らとともに、このような事柄について適切に語っていると思うかどうかを確かめてほしい。
οὔ φημι εἶναι δυνατὸν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσιν γενέσθαι πλὴν ὀλίγων— μέχριπερ ἂν ζῶμεν τοῦτο διορίζομαι·
私は、人間にとって祝福され、かつ幸福になることは、わずかな人々を除いては不可能だと主張する。 私たちが生きている限りにおいて、このように私は規定する。
καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων ὧν ἕνεκά τις προθυμοῖτʼ ἂν ζῶν τε ὡς κάλλιστʼ ἂν ζῆν κατὰ δύναμιν καὶ τελευτήσας τελευτῆς τοιαύτης τυχεῖν—λέγω δʼ οὐδὲν σοφόν, ἀλλʼ ὅπερ ἅπαντες Ἕλληνές τε καὶ βάρβαροι γιγνώσκομέν τινα τρόπον, ὡς ἐξ ἀρχῆς τὸ γενέσθαι χαλεπὸν ἅπαντι ζῴῳ·
しかし、死んだ後には、生きている間に力及ぶ限り最も美しく生き、そして死んではそのような死を遂げようと熱望するすべてのものを得るという、良い希望がある。 私は何ら賢明なことを言っているのではなく、すべてのギリシア人と異邦人が何らかの形で知っていること、すなわち、そもそも生まれること自体が、すべての生き物にとって困難であるということを言っているのだ。
πρῶτον μὲν τὸ μετασχεῖν τῆς τῶν κυουμένων ἕξεως, ἔπειτʼ αὖ τὸ γίγνεσθαι, καὶ ἔτι τὸ τρέφεσθαι καὶ παιδεύεσθαι, διὰ πόνων μυρίων ταῦτα γίγνεσθαι σύμπαντα, ὥς φαμεν ἅπαντες.
まず、胎児の段階に加わること、次いで生まれること、さらに育てられ、教育されること。 これらすべてが無数の苦難を通じて生じるのだと、私たちはみな語っている。
§974ΑΘ. καὶ χρόνος βραχὺς ἄν τις εἴη πρὸς λογισμὸν μή τοι τῶν μοχθηρῶν, ἀλλʼ ὃ πᾶς ἂν ὑπολάβοι μέτριον.
アテナイ人:そして、みじめな歳月ではなく、誰もが適度とみなすような歳月を数え上げてみても、それは短い時間である。
οὗτος δὲ σχεδὸν ἀναπνοὴν δοκεῖ ποιεῖν τινα κατὰ μέσον πῃ βίον τὸν ἀνθρώπινον·
この時間は、人生のちょうど半ばあたりのどこかで、人間にある種の息抜きをもたらすように思われる。
ταχύ γε μὴν ἐπιλαβὸν γῆρας ὁντινοῦν ποιήσειʼ ἂν μήποτʼ ἐθελῆσαι πάλιν ἀναβιῶναι, λογισάμενον τὸν βεβιωμένον ἑαυτῷ βίον, ὅστις μὴ τυγχάνει παιδικῆς δόξης μεστὸς ὤν.
しかし、すぐに忍び寄る老いは、自分が送ってきた人生を振り返る人(ただし、子供じみた意見に満ちていない人に限る)に、二度と生き返りたいとは思わせないようにするだろう。
τούτων δὴ τί ποτέ μοι τεκμήριον;
これらのことについて、私にはいったいどのような証拠があるのだろうか。
ὅτι πέφυκεν ταύτῃ τὸ νῦν ζητούμενον τῷ λόγῳ.
それは、今私たちの議論において探求されている事柄が、そのように成り立っているからである。
ζητοῦμεν δὲ δὴ τίνα τρόπον σοφοὶ γενησόμεθα, ὡς οὔσης τινὸς ἑκάστοις ταύτης τῆς δυνάμεως·
私たちは、自分たちの中にそのような能力がそれぞれに備わっているかのように、どのようにして私たちが賢者になるのかを探求している。
ἡ δὲ φυγῇ φεύγει τότε ὅταν τις πρός τινα φρόνησιν ἴῃ τῶν λεγομένων τεχνῶν ἢ φρονήσεων ἤ τινων ἄλλων τοιούτων ὡς οἰόμεθα ἐπιστημῶν, ὡς ἀξίας τούτων οὐδεμιᾶς οὔσης ἐπίκλησιν ῥηθῆναι τῆς περὶ ταῦτα σοφίας τἀνθρώπινα, τῆς δὲ ψυχῆς σφόδρα πεποιθυίας καὶ μαντευομένης ὡς οὔσης αὐτῇ κατά τινα φύσιν ταύτης, τίς δέ ἐστιν καὶ πότε καὶ πῶς, οὐ πάνυ δυναμένης ἐξευρίσκειν.
しかし、その能力は、人がいわゆる技術や実用的な知慮、あるいは私たちが知識とみなしている他のそのようなもののいずれかに向かうとき、急いで逃げ去ってしまう。 というのも、これら人間的な事柄に関する知恵のどれ一つとして、その名で呼ばれるに値しないからであり、一方で魂は、自分に本来そのような能力が何らかの自然に従って備わっていると強く確信し、予感していながらも、それが何であるのか、いつ、どのように得られるのかを、完全には見出すことができないからである。
ἆρʼ οὐ τούτῳ σφόδρα προσέοιχʼ ἡμῶν ἡ περὶ σοφίαν ἀπορία καὶ ζήτησις, πλείων τῆς ἐλπίδος ἑκάστῳ γιγνομένη τῶν ὅσοι ἐν ἡμῖν δυνατοὶ γίγνονται φρονίμως αὑτοὺς ἄλλους τε ἐξετάσαι συμφώνως διὰ λόγων πάντων καὶ πάντῃ λεγομένων;
知恵に関する私たちの当惑と探求は、あらゆる議論を徹底的に整合的に交わしつつ、自らや他者を賢明に吟味することのできる者たち各々において、期待以上に大きくなるという点において、まさにこのことに酷似しているのではないだろうか。
ταῦτα οὐχ οὕτως ἢ ταύτῃ συμφήσομεν ἔχειν;
私たちは、これらのことがこのようである、あるいはこの通りであると同意するのではないだろうか。
ΚΛ. συμφήσομεν ἐπʼ ἐλπίδι σοι ἴσως ταῦτʼ, ὦ ξένε, τῇ μετὰ σοῦ κατὰ χρόνον ἂν γενομένῃ, δοξάσαι περὶ αὐτῶν εἰς αὖθις τὸ ἀληθέστατον.
クレイニアス:おそらく私たちは、あなたと共に時間の経過とともに、後になってこれらについて最も真実な意見を持つようになるという希望のもとに、異邦人よ、これらのことに同意するでしょう。
ΑΘ. τὰς ἄλλας τοίνυν ὅσαι ἐπιστῆμαι μέν εἰσιν λεγόμεναι, σοφὸν δὲ οὐκ ἀποτελοῦσιν τὸν λαμβάνοντά τε αὐτὰς καὶ ἔχοντα, πρῶτον διεξιτέον, ὅπως ταύτας ἐκποδὼν θέμενοι, πειρώμεθα ἐκείνας ὧν δεόμεθα παραθέσθαι τε καὶ παραθέμενοι μανθάνειν.
アテナイ人:それゆえ、知識とは呼ばれるものの、それを受け取り所有する者を賢者にはしないような、その他の知識について、まず検討しなければならない。 そうしたものを脇に退けた上で、私たちが求めている知識を提示し、提示した上で学ぶことができるようにするためである。
πρῶτον μὲν τοίνυν ὧν πρῶτον δεῖ θνητῷ γένει, ἴδωμεν ὡς εἰσὶ μὲν ἀναγκαιόταται σχεδὸν ἀληθῶς τε πρῶται, ὁ δὲ ἐπιστήμων αὐτῶν γιγνόμενος, εἰ καὶ κατʼ ἀρχὰς ἔδοξέν τις εἶναί ποτε σοφός, οὔκουν νῦν γε οὔτε σοφὸς εἶναι δοξάζεται ὀνείδη τε ἴσχει μᾶλλον ἀπὸ τῆς τοιαύτης ἐπιστήμης.
そこでまず、死すべき人類にとって最初に必要とされるものについて、それらがほぼ真に最も不可欠であり、かつ最初のものであることを見極めよう。 しかし、それらの専門家となっても、かつては最初に誰かが彼を賢者であるとみなしたかもしれないが、少なくとも現代においては賢者であるとはみなされず、むしろそのような知識のせいで非難を受けるのである。