Humanitext Reader

柏拉图 · 法律篇 §9.867-9.868

激情杀人的预谋区分与涉及亲族及奴隶的刑罚

第 129 段,共 186 段 · 希腊语

内容简介

阿典那人与克里尼亚讨论了因激情犯下的两类杀人罪(有无预谋)及其相应的刑罚,并规定了流放、净化以及涉及家属或奴隶时的具体处罚规则。

§9.867ΑΘ. διττοὺς μὲν δὴ τοὺς φόνους, ὡς ἔοικε, θετέον, καὶ σχεδὸν ἀμφοτέρους θυμῷ γεγονότας, μεταξὺ δέ που τοῦ τε ἑκουσίου καὶ ἀκουσίου δικαιότατʼ ἂν λεγομένους.
阿典那人:看来,我们必须确立两种杀人行为。 实际上,它们大约都是因激情而产生的,而将其称为介于自愿和非自愿之间,是最为公正的。
οὐ μὴν ἀλλʼ εἰκών ἐσθʼ ἑκάτερος·
然而,每一种都是其中一方的摹本。
ὁ μὲν τὸν θυμὸν φυλάττων καὶ οὐκ ἐκ τοῦ παραχρῆμα ἐξαίφνης ἀλλὰ μετὰ ἐπιβουλῆς ὕστερον χρόνῳ τιμωρούμενος ἑκουσίῳ ἔοικεν, ὁ δὲ ἀταμιεύτως ταῖς ὀργαῖς καὶ ἐκ τοῦ παραχρῆμα εὐθὺς χρώμενος ἀπροβουλεύτως ὅμοιος μὲν ἀκουσίῳ, ἔστι δὲ οὐδʼ οὗτος αὖ παντάπασιν ἀκούσιος ἀλλʼ εἰκὼν ἀκουσίου.
一者保持其怒气,并非当场和突然复仇,而是稍后在一段时间内怀着预谋进行报复,这类似于自愿杀人;另一者则对自己的愤怒不加控制,当场立刻在没有预备的情况下行动,这类似于非自愿杀人,但此者也并非完全出于非自愿,而是非自愿杀人的摹本。
διὸ χαλεποὶ διορίζειν οἱ τῷ θυμῷ πραχθέντες φόνοι, πότερον ἑκουσίους αὐτοὺς ἤ τινας ὡς ἀκουσίους νομοθετητέον, βέλτιστον μὴν καὶ ἀληθέστατον εἰς εἰκόνα μὲν ἄμφω θεῖναι, τεμεῖν δὲ αὐτὼ χωρὶς τῇ ἐπιβουλῇ καὶ ἀπροβουλίᾳ, καὶ τοῖς μὲν μετʼ ἐπιβουλῆς τε καὶ ὀργῇ κτείνασιν τὰς τιμωρίας χαλεπωτέρας, τοῖς δὲ ἀπροβουλεύτως τε καὶ ἐξαίφνης πρᾳοτέρας νομοθετεῖν·
因此,因激情而犯下的杀人罪很难界定,是应当将其作为自愿杀人立法,还是作为某种非自愿杀人立法。 然而,最好和最真实的做法是将两者都视作摹本,并通过有预谋和缺乏预谋将它们明确分开,并对怀有预谋且因愤怒杀人的人立法规定较重的惩罚,而对缺乏预谋且突然杀人的人立法规定较轻的惩罚。
τὸ γὰρ εἰκὸς μείζονι κακῷ μειζόνως, τὸ δʼ ἐλάττονι τιμωρητέον ἐλαττόνως.
因为理所当然地,对较大的恶应当处以较大的惩罚,而对较小的恶则处以较轻的惩罚。
ποιητέον δὴ καὶ τοῖς ἡμετέροις νόμοις οὕτω.
我们的法律也确实必须这样做。
ΚΛ. παντάπασι μὲν οὖν.
克里尼亚:完全是这样。
ΑΘ. πάλιν ἐπανελθόντες τοίνυν λέγωμεν· ἂν ἄρα τις αὐτόχειρ μὲν κτείνῃ ἐλεύθερον, τὸ δὲ πεπραγμένον ἀπροβουλεύτως ὀργῇ τινι γένηται πραχθέν, τὰ μὲν ἄλλα, καθάπερ ἄνευ θυμοῦ κτείναντι προσῆκέν τῳ πάσχειν, πασχέτω, δύο δʼ ἐξ ἀνάγκης ἔτη φευγέτω κολάζων τὸν αὑτοῦ θυμόν.
阿典那人:那么,让我们再次回到前面说:如果有人亲手杀死了一个自由人,但所做的事是在某种愤怒中且缺乏预谋地做出的,那么在其他方面,他应当承担与无怒气杀人者所应承担的相同惩罚,但他必须作为义务流放两年,以惩戒他自己的愤怒。
ὁ δὲ θυμῷ μέν, μετʼ ἐπιβουλῆς δὲ κτείνας τὰ μὲν ἄλλα κατὰ τὸν πρόσθεν αὖ, τρία δὲ ἔτη, καθάπερ ἅτερος ἔφευγεν τὰ δύο, φευγέτω, μεγέθει θυμοῦ πλείω τιμωρηθεὶς χρόνον.
而那怀着愤怒且有预谋而杀人的人,在其他方面仍按照前述规定处理,但他必须流放三年,正如另一者流放两年那样,因其愤怒的严重性而受到更长时间的处罚。
καθόδου δὲ πέρι τούτοις ὧδε ἔστω.
关于这些人的归国,规定如下。
χαλεπὸν μὲν ἀκριβῶς νομοθετεῖν· ἔστι γὰρ ὅτε τούτοιν ὁ τῷ νόμῳ ταχθεὶς χαλεπώτερος ἡμερώτερος ἄν, ὁ δὲ ἡμερώτερος χαλεπώτερος ἂν εἴη, καὶ τὰ περὶ τὸν φόνον ἀγριωτέρως ἂν πράξειεν, ὁ δὲ ἡμερωτέρως·
很难进行绝对精确的立法;因为有时候在这两者中,被法律指定为更严重的罪犯可能实际上更为温和,而较温和的罪犯可能实际上更为严重,且前者在杀人行为上可能表现得更为残暴,后者则更为温和。
ὡς δὲ τὸ πολὺ κατὰ τὰ νῦν εἰρημένα συμβαίνει γιγνόμενα.
然而绝大多数情况下,事情都是按照刚才所说的那样发生的。
τούτων οὖν πάντων ἐπιγνώμονας εἶναι χρὴ νομοφύλακας, ἐπειδὰν δὲ ὁ χρόνος ἔλθῃ τῆς φυγῆς ἑκατέρῳ, πέμπειν αὐτῶν δικαστὰς δώδεκα ἐπὶ τοὺς ὅρους τῆς χώρας, ἐσκεμμένους ἐν τῷ χρόνῳ τούτῳ τὰς τῶν φυγόντων πράξεις ἔτι σαφέστερον, καὶ τῆς αἰδοῦς τε πέρι καὶ καταδοχῆς τούτων δικαστὰς γίγνεσθαι, §9.868ΑΘ. τοὺς δὲ αὖ τοῖς δικασθεῖσιν ὑπὸ τῶν τοιούτων ἀρχόντων ἐμμένειν.
因此,法守护者必须是所有这些事情的裁判者。 当他们每个人的流放期满时,法守护者必须从他们中派遣十二名裁判官前往国土的国境,在这一时期内更清楚地考察流放者的行为,并就这些人的羞耻感表现及接纳与否进行裁判,阿典那人:而流放者则必须服从这些官员们所做出的判决。
ἐὰν δʼ αὖθίς ποτε κατελθὼν ὁπότερος αὐτοῖν ἡττηθεὶς ὀργῇ πράξῃ ταὐτὸν τοῦτο, φυγὼν μηκέτι κατέλθῃ, κατελθὼν δέ, κατὰ τὴν τοῦ ξένου ἄφιξιν ταύτῃ πασχέτω.
如果他们中的任何一人在归国后,再次屈服于愤怒并做出同样的事情,那么他在流放后绝不可再归国;如果他归国了,就应当按照外国人违禁归国的情形予以处罚。
δοῦλον δʼ ὁ κτείνας ἑαυτοῦ μὲν καθηράσθω, ἐὰν δὲ ἀλλότριον θυμῷ, διπλῇ τὸ βλάβος ἐκτεισάτω τῷ κεκτημένῳ.
杀死自己奴隶的人,应当净化自己;如果是因激情杀死了他人的奴隶,应当向所有者双倍赔偿损失。
ὅστις δʼ ἂν τῶν ἀποκτεινάντων πάντων μὴ πείθηται τῷ νόμῳ, ἀλλʼ ἀκάθαρτος ὢν ἀγοράν τε καὶ ἆθλα καὶ τὰ ἄλλα ἱερὰ μιαίνῃ, ὁ βουλόμενος, τόν τε ἐπιτρέποντα τῶν προσηκόντων τῷ τελευτήσαντι καὶ τὸν ἀποκτείναντα εἰς δίκην καταστήσας, τὴν διπλασίαν χρημάτων τε καὶ τῶν ἄλλων πράξεων ἀναγκαζέτω πράττειν τε καὶ ἐκτίνειν, τὸ δὲ ἔκτεισμα αὐτὸς αὑτῷ κομιζέσθω κατὰ τὸν νόμον.
在所有杀人者中,任何人若不服从法律,而在未净化的状态下玷污广场、比赛及其他圣所,任何愿意的人,都可以将纵容此事的死者亲属以及凶手起诉法庭,强迫他们履行并支付双倍的钱款和其他行为,而其赔偿则由该起诉者依法自己留存。
ἐὰν δέ τις θυμῷ δοῦλος δεσπότην αὑτοῦ κτείνῃ, τοὺς προσήκοντας τοῦ τελευτήσαντος χρωμένους τῷ κτείναντι χρείαν ἣν ἂν ἐθέλωσι, πλὴν μηδαμῇ μηδαμῶς ζωγροῦντας, καθαροὺς εἶναι·
如果奴隶因激情杀死了自己的主人,死者的亲属可以对凶手采取他们所希望的任何处置,只要他们绝不留其性命,便在宗教上是清净的。
ἐὰν δὲ ἄλλος τις δοῦλος ἐλεύθερον ἀποκτείνῃ θυμῷ, παραδιδόντων οἱ δεσπόται τὸν δοῦλον τοῖς προσήκουσι τοῦ τελευτήσαντος, οἱ δὲ ἐξ ἀνάγκης μὲν θανατωσάντων τὸν δράσαντα, τρόπῳ δὲ ᾧ ἂν ἐθέλωσιν.
如果其他奴隶因激情杀死了一个自由人,主人必须将该奴隶移交给死者的亲属,亲属则必须处死凶手,但可以用他们希望的任何方式。
ἂν δʼ, ὃ γίγνεται μέν, ὀλιγάκις δέ, διὰ θυμὸν πατὴρ ἢ μήτηρ ὑὸν ἢ θυγατέρα πληγαῖς ἤ τινι τρόπῳ βιαίῳ κτείνῃ, καθάρσεις μὲν τὰς αὐτὰς τοῖς ἄλλοις καθαιρέσθω καὶ ἐνιαυτοὺς τρεῖς ἀπενιαυτεῖν, κατελθόντων δὲ τῶν κτεινάντων, ἀπαλλάττεσθαι γυναῖκά τε ἀπʼ ἀνδρὸς καὶ τὸν ἄνδρα ἀπὸ γυναικός, καὶ μή ποτʼ ἔτι κοινῇ παιδοποιήσασθαι, μηδὲ συνέστιον ὧν ἔκγονον ἢ ἀδελφὸν ἀπεστέρηκε γίγνεσθαί ποτε μηδὲ κοινωνὸν ἱερῶν·
如果——这种情况确实会发生,但很少——父母因激情而通过殴打或某种暴力手段杀死了儿子或女儿,他们应当接受与其他杀人者相同的净化,并流放三年;且当杀人者归国后,妻子应当与丈夫分离,丈夫应当与妻子分离,永远不得再共同生育子女,也不得与被他们剥夺了后代或手足的人共用灶火,亦不得共同参与圣仪。
ὁ δὲ ἀσεβῶν τε περὶ ταῦτα καὶ ἀπειθῶν ὑπόδικος ἀσεβείας γιγνέσθω τῷ ἐθέλοντι.
在这些事情上不敬且不服从的人,应当由任何愿意起诉的人控以不敬罪。
γυναῖκα δὲ γαμετὴν ἐὰν ἀνὴρ διʼ ὀργὴν κτείνῃ τινά τις, ἢ γυνὴ ἑαυτῆς ἄνδρα ταὐτὸν τοῦτο ὡσαύτως ἐργάσηται, καθαίρεσθαι μὲν τοὺς αὐτοὺς καθαρμούς, τριετεῖς δὲ ἀπενιαυτήσεις διατελεῖν.
如果丈夫因愤怒杀死了自己的妻子,或者妻子以同样的方式对其丈夫做出同样的事,他们应当接受相同的净化,并完成三年的流放。
κατελθὼν δὲ ὅ τι τοιοῦτον δράσας, τοῖς αὑτοῦ παισὶν ἱερῶν μὴ κοινωνείτω μηδὲ ὁμοτράπεζος γιγνέσθω ποτέ· ἀπειθῶν δὲ ὁ γεννήτωρ ἢ ὁ γεννηθεὶς ἀσεβείας αὖ ὑπόδικος γιγνέσθω τῷ ἐθέλοντι.
在犯下此类行为归国之后,他不得与自己的孩子共同参与圣仪,也不得共桌进餐;不服从的父母或子女应当再次由任何愿意起诉的人控以不敬罪。

词汇与语法注释

  1. 867aμεταξὺ δέ που τοῦ τε ἑκουσίου καὶ ἀκουσίου — 介词 `μεταξύ` 支配属格,意为“在……之间”或“介于……之间”。此处表示因激情(`θυμός`)而犯下的杀人行为具有某种中间性质,不纯粹属于完全自愿的杀人,也不属于完全非自愿的过失致死。
  2. 867bτὸ γὰρ εἰκὸς — 中性形容词 `εἰκός` 带有定冠词 `τό` 作名词性使用,意为“理所当然的事”或“合乎情理的事”。作为非人称表达,省略了动词 `ἐστί`,修饰整个从句。
  3. 868aτοὺς δὲ αὖ τοῖς δικασθεῖσιν ὑπὸ τῶν τοιούτων ἀρχόντων ἐμμένειν — 独立不定式(命令性不定式)`ἐμμένειν` 带有宾格主语 `τοὺς δὲ` 的结构。在法律条文中,这种结构常用于表达命令或义务,意为“而(流放者)必须服从(判决)”。

引用这一段

柏拉图, 法律篇 §9.867-9.868. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:9.867-9.868

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。