§7.819ΑΘ. φοβοῦμαι μὲν καὶ ταῦτα ἃ σὺ νῦν λέγεις, μᾶλλον δʼ ἔτι δέδοικα τοὺς ἡμμένους μὲν αὐτῶν τούτων τῶν μαθημάτων, κακῶς δʼ ἡμμένους.
ΑΘ. 私もあなたが今おっしゃるそれらのことを恐れてはいますが、それら以上に、これらの学習科目に手を染めながらも、悪しき形で手を染めている人々をいっそう恐れています。
οὐδαμοῦ γὰρ δεινὸν οὐδὲ σφοδρὸν ἀπειρία τῶν πάντων οὐδὲ μέγιστον κακόν, ἀλλʼ ἡ πολυπειρία καὶ πολυμαθία μετὰ κακῆς ἀγωγῆς γίγνεται πολὺ τούτων μείζων ζημία.
というのも、あらゆることに対する無知は、決して恐るべきことでも、激しい害悪でも、最大の悪でもなく、むしろ、悪しき指導を伴った多すぎる経験や多識こそが、これらよりもはるかに大きな害を及ぼすものとなるからです。
ΚΛ. ἀληθῆ λέγεις.
ΚΛ. あなたのおっしゃる通りです。
ΑΘ. τοσάδε τοίνυν ἑκάστων χρὴ φάναι μανθάνειν δεῖν τοὺς ἐλευθέρους, ὅσα καὶ πάμπολυς ἐν Αἰγύπτῳ παίδων ὄχλος ἅμα γράμμασι μανθάνει.
ΑΘ. それゆえ、自由人はそれぞれの科目を、エジプトで非常に多くの子供たちの群衆が文字の読み書きと同時に学んでいるのと同程度には学ぶべきだ、と言うべきでしょう。
πρῶτον μὲν γὰρ περὶ λογισμοὺς ἀτεχνῶς παισὶν ἐξηυρημένα μαθήματα μετὰ παιδιᾶς τε καὶ ἡδονῆς μανθάνειν, μήλων τέ τινων διανομαὶ καὶ στεφάνων πλείοσιν ἅμα καὶ ἐλάττοσιν ἁρμοττόντων ἀριθμῶν τῶν αὐτῶν, καὶ πυκτῶν καὶ παλαιστῶν ἐφεδρείας τε καὶ συλλήξεως ἐν μέρει καὶ ἐφεξῆς καὶ ὡς πεφύκασι γίγνεσθαι.
まず第一に、計算に関しては、純粋に子供たちのために遊びと楽しみを伴って考案された学習科目を学ぶべきであり、例えば、幾つかのリンゴや花冠を、同じ数を用いて時にはより多くの人々に、時にはより少数の人々に適合させて分配することや、拳闘士やレスリング選手の、順次および連続して、また自然に生じるような形での、対戦相手の割り当てや組み合わせなどです。
καὶ δὴ καὶ παίζοντες, φιάλας ἅμα χρυσοῦ καὶ χαλκοῦ καὶ ἀργύρου καὶ τοιούτων τινῶν ἄλλων κεραννύντες, οἱ δὲ καὶ ὅλας πως διαδιδόντες, ὅπερ εἶπον, εἰς παιδιὰν ἐναρμόττοντες τὰς τῶν ἀναγκαίων ἀριθμῶν χρήσεις, ὠφελοῦσι τοὺς μανθάνοντας εἴς τε τὰς τῶν στρατοπέδων τάξεις καὶ ἀγωγὰς καὶ στρατείας καὶ εἰς οἰκονομίας αὖ, καὶ πάντως χρησιμωτέρους αὐτοὺς αὑτοῖς καὶ ἐγρηγορότας μᾶλλον τοὺς ἀνθρώπους ἀπεργάζονται·
さらにまた、遊びながら、金や銅や銀、あるいは他のそのようなものの盃を一緒に混ぜ合わせたり、あるいはそれらを丸ごと分配したりして、私が言ったように、不可欠な数の利用法を遊びに適合させることで、学習者たちを軍隊の整列、先導、遠征、さらには家政においても有益にし、あらゆる意味で人間を自分自身にとってより有用に、またより目覚めた状態に仕上げるのです。
μετὰ δὲ ταῦτα ἐν ταῖς μετρήσεσιν, ὅσα ἔχει μήκη καὶ πλάτη καὶ βάθη, περὶ ἅπαντα ταῦτα ἐνοῦσάν τινα φύσει γελοίαν τε καὶ αἰσχρὰν ἄγνοιαν ἐν τοῖς ἀνθρώποις πᾶσιν, ταύτης ἀπαλλάττουσιν.
そしてこの後、長さや幅や深さを持つすべての測定において、これらすべてに関して、本来すべての人間に内在している、ある種の滑稽で恥ずべき無知から、彼らを解放するのです。
ΚΛ. ποίαν δὴ καὶ τίνα λέγεις ταύτην;
ΚΛ. あなたの言われる、そのどのような、またいかなる無知のことでしょうか。
ΑΘ. ὦ φίλε Κλεινία, παντάπασί γε μὴν καὶ αὐτὸς ἀκούσας ὀψέ ποτε τὸ περὶ ταῦτα ἡμῶν πάθος ἐθαύμασα, καὶ ἔδοξέ μοι τοῦτο οὐκ ἀνθρώπινον ἀλλὰ ὑηνῶν τινων εἶναι μᾶλλον θρεμμάτων, ᾐσχύνθην τε οὐχ ὑπὲρ ἐμαυτοῦ μόνον, ἀλλὰ καὶ ὑπὲρ ἁπάντων τῶν Ἑλλήνων.
ΑΘ. 親愛なるクレイニアスよ、私自身もまた、これらに関する我々の状態についてかなり晩年になって聞いて、まったく驚愕したのです。 そして、これは人間の状態ではなく、むしろ何らかの豚のような家畜のそれであるように思われ、自分自身のためだけでなく、すべてのギリシア人のためにも恥ずかしく思ったのです。
ΚΛ. τοῦ πέρι;
ΚΛ. 何についてですか。
λέγʼ ὅτι καὶ φῄς, ὦ ξένε.
異邦人よ、おっしゃる意味を言ってください。
ΑΘ. λέγω δή·
ΑΘ. お話ししましょう。
μᾶλλον δὲ ἐρωτῶν σοι δείξω.
あるいはむしろ、問いかけることによってあなたにお示ししましょう。
καί μοι σμικρὸν ἀπόκριναι·
私に少しだけ答えてください。
γιγνώσκεις που μῆκος;
おそらくあなたは長さを知っていますね?
ΚΛ. τί μήν;
ΚΛ. もちろんです。
ΑΘ. τί δέ;
ΑΘ. では、幅は?
πλάτος;
ΚΛ. まったくその通りです。
ΚΛ. πάντως.
ΑΘ. そして、これらが二つのものであり、これらに加えて第三のものとして深さがあることも?
ΑΘ. ἦ καὶ ταῦτα ὅτι δύʼ ἐστόν, καὶ τρίτον τούτων βάθος;
ΚΛ. どうして知らないことがありましょうか。
ΚΛ. πῶς γὰρ οὔ;
ΑΘ. では、これらはすべて、互いに対して測定可能であるとは思われませんか。
ΑΘ. ἆρʼ οὖν οὐ δοκεῖ σοι ταῦτα εἶναι πάντα μετρητὰ πρὸς ἄλληλα;
ΚΛ. はい。
ΚΛ. ναί.
ΑΘ. 長さは長さに対して、幅は幅に対して、そして深さも同様に、本来測定可能であると私は思います。
§7.820ΑΘ. μῆκός τε οἶμαι πρὸς μῆκος, καὶ πλάτος πρὸς πλάτος, καὶ βάθος ὡσαύτως δυνατὸν εἶναι μετρεῖν φύσει.
ΚΛ. まったくその通りです。
ΚΛ. σφόδρα γε.
ΑΘ. しかし、ある種のものは、極めて可能であるわけでも、わずかに可能であるわけでもなく、あるものは可能で、あるものは不可能であるのに、あなたがすべて可能であると考えているとしたら、自分自身がこれらの事柄に対してどのような状態にあると思いますか。
ΑΘ. εἰ δʼ ἔστι μήτε σφόδρα μήτε ἠρέμα δυνατὰ ἔνια, ἀλλὰ τὰ μέν, τὰ δὲ μή, σὺ δὲ πάντα ἡγῇ, πῶς οἴει πρὸς ταῦτα διακεῖσθαι;
ΚΛ. 明らかに、ひどい状態です。
ΚΛ. δῆλον ὅτι φαύλως.
ΑΘ. ではさらに、長さや幅が深さに対して、あるいは幅や長さが互いに対してはどうでしょうか。
ΑΘ. τί δʼ αὖ μῆκός τε καὶ πλάτος πρὸς βάθος, ἢ πλάτος τε καὶ μῆκος πρὸς ἄλληλα;
我々すべてのギリシア人は、これらのことについて、それらが何らかの形で互いに対して測定可能であると考えているのではありませんか。
ἆρʼ οὐ διανοούμεθα περὶ ταῦτα οὕτως Ἕλληνες πάντες, ὡς δυνατά ἐστι μετρεῖσθαι πρὸς ἄλληλα ἁμῶς γέ πως;
ΚΛ. まったくその通りです。
ΚΛ. παντάπασι μὲν οὖν.
ΑΘ. しかし、もし逆に、それらがいかなる方法でも、いかなる点でも不可能であり、それなのに私が言ったようにすべてのギリシア人が可能であると考えているとすれば、すべての者のために恥を感じて、彼らに次のように言うに値するのではないでしょうか。
ΑΘ. εἰ δʼ ἔστιν αὖ μηδαμῶς μηδαμῇ δυνατά, πάντες δʼ, ὅπερ εἶπον, Ἕλληνες διανοούμεθα ὡς δυνατά, μῶν οὐκ ἄξιον ὑπὲρ πάντων αἰσχυνθέντα εἰπεῖν πρὸς αὐτούς·
「最も優れたギリシア人たちよ、これは、知らないことは恥ずべきであり、知っていても不可欠なことを知っているにすぎず、全く大したことではない、と我々が言っていた事柄の一つなのだ」と。
ὦ βέλτιστοι τῶν Ἑλλήνων, ἓν ἐκείνων τοῦτʼ ἐστὶν ὧν ἔφαμεν αἰσχρὸν μὲν γεγονέναι τὸ μὴ ἐπίστασθαι, τὸ δʼ ἐπίστασθαι τἀναγκαῖα οὐδὲν πάνυ καλόν;
ΚΛ. どうしてそうでないことがありましょうか。
ΚΛ. πῶς δʼ οὔ;
ΑΘ. そして、これらに加えて、これらと同類の大変多くの事柄があり、そこではやはり、あの過ちと同類の過ちが我々の間に数多く生じるのです。
ΑΘ. καὶ πρὸς τούτοις γε ἄλλα ἔστιν τούτων συγγενῆ, ἐν οἷς αὖ πολλὰ ἁμαρτήματα ἐκείνων ἀδελφὰ ἡμῖν ἐγγίγνεται τῶν ἁμαρτημάτων.
ΚΛ. それは具体的にどのようなものですか。
ΚΛ. ποῖα δή;
ΑΘ. 互いに対して通約可能なものと通約不可能なものが、どのような本性を持っているかという問題です。
ΑΘ. τὰ τῶν μετρητῶν τε καὶ ἀμέτρων πρὸς ἄλληλα ᾗτινι φύσει γέγονεν.
というのも、これらを考察して識別することは不可欠であり、さもなければ完全に無能になってしまうからです。 そして、常に互いに問いを投げかけ合い、老人たちのすごろく遊びよりもはるかに雅量のある暇つぶしをしながら、これらの有意義な余暇において競い合うべきなのです。
ταῦτα γὰρ δὴ σκοποῦντα διαγιγνώσκειν ἀναγκαῖον ἢ παντάπασιν εἶναι φαῦλον, προβάλλοντά τε ἀλλήλοις ἀεί, διατριβὴν τῆς πεττείας πολὺ χαριεστέραν πρεσβυτῶν διατρίβοντα, φιλονικεῖν ἐν ταῖς τούτων ἀξίαισι σχολαῖς.
ΚΛ. おそらくその通りでしょう。
ΚΛ. ἴσως·
少なくとも、すごろく遊びとこれらの学習科目は、互いにそれほど遠く隔てられてはいないように思われます。
ἔοικεν γοῦν ἥ τε πεττεία καὶ ταῦτα ἀλλήλων τὰ μαθήματα οὐ πάμπολυ κεχωρίσθαι.
ΑΘ. クレイニアスよ、それゆえ私は、若者たちはこれらを学ぶべきだと主張するのです。
ΑΘ. ταῦτα τοίνυν ἐγὼ μέν, ὦ Κλεινία, φημὶ τοὺς νέους δεῖν μανθάνειν·
なぜなら、これらは有害でも難しくもなく、遊びと同時に学ばれれば有益であり、我々の都市に何ら害を及ぼさないからです。
καὶ γὰρ οὔτε βλαβερὰ οὔτε χαλεπά ἐστιν, μετὰ δὲ παιδιᾶς ἅμα μανθανόμενα ὠφελήσει μέν, βλάψει δὲ ἡμῖν τὴν πόλιν οὐδέν.
しかし、もし誰か他の意見を言う者があれば、耳を傾けねばなりません。
εἰ δέ τις ἄλλως λέγει, ἀκουστέον.
ΚΛ. どうしてそうでないことがありましょうか。
ΚΛ. πῶς δʼ οὔ;
ΑΘ. だがしかし、もしこれらがそのようであると明らかになれば、我々がこれらを採用することは明白ですし、そうではないと明らかになれば、これらは退けられることになるでしょう。
ΑΘ. ἀλλὰ μὴν ἂν οὕτω ταῦτα ἔχοντα φαίνηται, δῆλον ὡς ἐγκρινοῦμεν αὐτά, μὴ ταύτῃ δὲ φαινόμενα ἔχειν ἀποκριθήσεται.
ΚΛ. 明白です。
ΚΛ. δῆλον·
当然のことでしょう。
τί μήν;
ΑΘ. それでは今、異邦人よ、我々の法律に空隙が生じないよう、これらが必須の学習科目であると規定されることとしましょう。
ΑΘ. οὐκοῦν νῦν, ὦ ξένε, κείσθω ταῦτα ὡς ὄντα τῶν δεόντων μαθημάτων, ἵνα μὴ διάκενα ἡμῖν ᾖ τὰ τῶν νόμων;
ただし、これらを制定する我々に対しても、これらを受け入れるあなた方に対しても、これらがまったく好意を示さない場合には、国制の残りの部分から回収可能な「担保」のように置かれることとしましょう。
κείσθω μέντοι καθάπερ ἐνέχυρα λύσιμα ἐκ τῆς ἄλλης πολιτείας, ἐὰν ἢ τοὺς θέντας ἡμᾶς ἢ καὶ τοὺς θεμένους ὑμᾶς μηδαμῶς φιλοφρονῆται.
ΚΛ. あなたの言われる規定は公正です。
ΚΛ. δικαίαν λέγεις τὴν θέσιν.
ΑΘ. では、これに続く若者たちのための星々の学習について、それが語られた上で我々の意にかなうか、あるいはその逆であるかを見てみましょう。
ΑΘ. ἄστρων δὴ τὸ μετὰ ταῦτα ὅρα τὴν μάθησιν τοῖς νέοις, ἂν ἡμᾶς ἀρέσκῃ λεχθεῖσα ἢ καὶ τοὐναντίον.
ΚΛ. とにかく語ってください。
ΚΛ. λέγε μόνον. ΑΘ. καὶ μὴν θαῦμά γε περὶ αὐτά ἐστιν μέγα καὶ οὐδαμῶς οὐδαμῇ ἀνεκτόν.
ΑΘ. だが実際、これらに関しては非常に驚くべき、そしていかなる方法でも決して容認できないことがあるのです。