§7.816ΑΘ.ἐν δὲ δὴ τοῖς τοιούτοις που πᾶς ἄνθρωπος τὰς κινήσεις τοῦ σώματος μειζόνων μὲν τῶν ἡδονῶν οὐσῶν μείζους, ἐλαττόνων δὲ ἐλάττους κινεῖται, καὶ κοσμιώτερος μὲν ὢν πρός τε ἀνδρείαν μᾶλλον γεγυμνασμένος ἐλάττους αὖ, δειλὸς δὲ καὶ ἀγύμναστος γεγονὼς πρὸς τὸ σωφρονεῖν μείζους καὶ σφοδροτέρας παρέχεται μεταβολὰς τῆς κινήσεως·
ΑΘ.:実に、このような状況において、おそらくすべての人間は、快楽がより大きいときには身体の動きをより大きく動かし、快楽がより小さいときにはより小さく動かす。 そして、より節度があり、また勇気へとより訓練されている者は、今度はより小さく動き、他方、臆病で、かつ節度(自己管理)へと訓練されていない者は、より大きく、より激しい動きの変化を示すのである。
ὅλως δὲ φθεγγόμενος, εἴτʼ ἐν ᾠδαῖς εἴτʼ ἐν λόγοις, ἡσυχίαν οὐ πάνυ δυνατὸς τῷ σώματι παρέχεσθαι πᾶς.
そして総じて、歌においてであれ言葉においてであれ、声を発する者は誰でも、身体に完全な静止をもたらすことはまったくできない。
διὸ μίμησις τῶν λεγομένων σχήμασι γενομένη τὴν ὀρχηστικὴν ἐξηργάσατο τέχνην σύμπασαν.
それゆえ、言葉で語られることの、身振り(姿勢)による模倣が生じることで、舞踊の技術全体が作り出されたのである。
ὁ μὲν οὖν ἐμμελῶς ἡμῶν, ὁ δὲ πλημμελῶς ἐν τούτοις πᾶσι κινεῖται.
それゆえ、私たちのうち、ある者は調和的に、ある者は不調和に、これらすべてのことにおいて動くのである。
πολλὰ μὲν δὴ τοίνυν ἄλλα ἡμῖν τῶν παλαιῶν ὀνομάτων ὡς εὖ καὶ κατὰ φύσιν κείμενα δεῖ διανοούμενον ἐπαινεῖν, τούτων δὲ ἓν καὶ τὸ περὶ τὰς ὀρχήσεις τὰς τῶν εὖ πραττόντων, ὄντων δὲ μετρίων αὐτῶν πρὸς τὰς ἡδονάς, ὡς ὀρθῶς ἅμα καὶ μουσικῶς ὠνόμασεν ὅστις ποτʼ ἦν, καὶ κατὰ λόγον αὐταῖς θέμενος ὄνομα συμπάσαις ἐμμελείας ἐπωνόμασε, καὶ δύο δὴ τῶν ὀρχήσεων τῶν καλῶν εἴδη κατεστήσατο, τὸ μὲν πολεμικὸν πυρρίχην, τὸ δὲ εἰρηνικὸν ἐμμέλειαν, ἑκατέρῳ τὸ πρέπον τε καὶ ἁρμόττον ἐπιθεὶς ὄνομα.
それゆえ、私たちは古代の名称の他の多くのものについても、それらがよく、また自然に従って設定されていると考えて称賛すべきであるが、それらのうちの一つは、順境にあり、かつ快楽に対して節度ある人々の舞踊に関する名称である。 それを名づけた者が誰であれ、いかに正しく、同時にミューズの技術に適う仕方で名づけたことか。 彼はそれらすべてに対して理にかなった名称を与え、「エンメレイア(調和の舞踊)」と名づけたのである。 そして、美しい舞踊の二つの種別を制定した。 すなわち、軍事的なものを「ピュリケー」、平和的なものを「エンメレイア」とし、それぞれにふさわしく調和した名称を与えたのである。
ἃ δὴ δεῖ τὸν μὲν νομοθέτην ἐξηγεῖσθαι τύποις, τὸν δὲ νομοφύλακα ζητεῖν τε, καὶ ἀνερευνησάμενον, μετὰ τῆς ἄλλης μουσικῆς τὴν ὄρχησιν συνθέντα καὶ νείμαντα ἐπὶ πάσας ἑορτὰς τῶν θυσιῶν ἑκάστῃ τὸ πρόσφορον, οὕτω καθιερώσαντα αὐτὰ πάντα ἐν τάξει, τοῦ λοιποῦ μὴ κινεῖν μηδὲν μήτε ὀρχήσεως ἐχόμενον μήτε ᾠδῆς, ἐν ταῖς δʼ αὐταῖς ἡδοναῖς ὡσαύτως τὴν αὐτὴν πόλιν καὶ πολίτας διάγοντας, ὁμοίους εἰς δύναμιν ὄντας, ζῆν εὖ τε καὶ εὐδαιμόνως.
これらをまさに、立法者は大枠によって提示し、法の守護者はこれらを探求し、調査した上で、この舞踊を他の音楽と組み合わせ、犠牲を捧げるすべての祭礼にそれぞれふさわしいものを配分し、このようにしてこれらすべてをしかるべき秩序のもとに聖別し、今後は、舞踊に関するものも歌に関するものも何一つ変更させてはならず、同じ都市と市民たちが、同じ快楽の中で同様に過ごし、互いに能力において同等であり、よく、また幸福に生きるようにすべきである。
τὰ μὲν οὖν τῶν καλῶν σωμάτων καὶ γενναίων ψυχῶν εἰς τὰς χορείας, οἵας εἴρηται δεῖν αὐτὰς εἶναι, διαπεπέρανται, τὰ δὲ τῶν αἰσχρῶν σωμάτων καὶ διανοημάτων καὶ τῶν ἐπὶ τὰ τοῦ γέλωτος κωμῳδήματα τετραμμένων, κατὰ λέξιν τε καὶ ᾠδὴν καὶ κατὰ ὄρχησιν καὶ κατὰ τὰ τούτων πάντων μιμήματα κεκωμῳδημένα, ἀνάγκη μὲν θεάσασθαι καὶ γνωρίζειν·
こうして、美しい身体と高貴な魂の、合唱舞踊における事柄は、それらがあるべきだと語られたような姿において議論が完了した。 他方、醜い身体や考え、および笑いを誘う喜劇的なパロディへと向けられた人々の、言葉、歌、舞踊、そしてこれらすべてを滑稽化した模倣における事柄については、それらを観賞し、知ることが不可欠である。
ἄνευ γὰρ γελοίων τὰ σπουδαῖα καὶ πάντων τῶν ἐναντίων τὰ ἐναντία μαθεῖν μὲν οὐ δυνατόν, εἰ μέλλει τις φρόνιμος ἔσεσθαι, ποιεῖν δὲ οὐκ αὖ δυνατὸν ἀμφότερα, εἴ τις αὖ μέλλει καὶ σμικρὸν ἀρετῆς μεθέξειν, ἀλλὰ αὐτῶν ἕνεκα τούτων καὶ μανθάνειν αὐτὰ δεῖ, τοῦ μή ποτε διʼ ἄγνοιαν δρᾶν ἢ λέγειν ὅσα γελοῖα, μηδὲν δέον, δούλοις δὲ τὰ τοιαῦτα καὶ ξένοις ἐμμίσθοις προστάττειν μιμεῖσθαι, σπουδὴν δὲ περὶ αὐτὰ εἶναι μηδέποτε μηδʼ ἡντινοῦν, μηδέ τινα μανθάνοντα αὐτὰ γίγνεσθαι φανερὸν τῶν ἐλευθέρων, μήτε γυναῖκα μήτε ἄνδρα, καινὸν δὲ ἀεί τι περὶ αὐτὰ φαίνεσθαι τῶν μιμημάτων.
なぜなら、もし人が思慮深い者になろうとするなら、滑稽なことなしに真面目なことを、またすべての反対のものなしにその反対のものを学ぶことは不可能だからである。 しかし他方で、もし人が徳に少しでもあずかろうとするなら、両方を実践することはやはり不可能である。 むしろ、まさにこれらを行わないためにこそ、それらを学ばねばならない。 それは、無知のせいで、必要もないのに滑稽なことを行ったり言ったりすることが決してないようにするためである。 そして、そのようなことを模倣するのは、奴隷や雇われた外国人に命じるべきであり、それらに対してはいかなる真面目な関心も決して払ってはならず、また自由人の男女の誰一人としてそれらを学んでいることが知られてはならない。 そして、それらの模倣においては、常に何か新しいことが現れるようにすべきである。