Humanitext Reader

柏拉图 · 法律篇 §7.800

确立歌曲法律与禁止祭祀中的不祥之歌

第 94 段,共 186 段 · 希腊语

内容简介

雅典人提出了一项决定,即歌曲应当像法律一样不可动摇,并讨论了为此制定的第一个“模具”,即禁止在公共祭祀中唱不吉利或哀悼的歌曲。

§7.800ΑΘ. δεδόχθω μὲν δή, φαμέν, τὸ ἄτοπον τοῦτο, νόμους τὰς ᾠδὰς ἡμῖν γεγονέναι, καὶ καθάπερ οἱ παλαιοὶ τότε περὶ κιθαρῳδίαν οὕτω πως, ὡς ἔοικεν, ὠνόμασαν—ὥστε τάχʼ ἂν οὐδʼ ἐκεῖνοι παντάπασί γʼ ἂν ἀφεστῶτες εἶεν τοῦ νῦν λεγομένου, καθʼ ὕπνον δὲ οἷόν πού τις ἢ καὶ ὕπαρ ἐγρηγορὼς ὠνείρωξεν μαντευόμενος αὐτό—τὸ δʼ οὖν δόγμα περὶ αὐτοῦ τοῦτʼ ἔστω· παρὰ τὰ δημόσια μέλη τε καὶ ἱερὰ καὶ τὴν τῶν νέων σύμπασαν χορείαν μηδεὶς μᾶλλον ἢ παρʼ ὁντινοῦν ἄλλον τῶν νόμων φθεγγέσθω μηδʼ ἐν ὀρχήσει κινείσθω.
雅典人:我们说,让这个奇怪的说法——即我们的歌曲已成为法律——得到确认吧。 正如当时古人在基萨拉弹唱方面似乎是以某种类似的方式命名它们一样——因此,或许即使是他们也并非完全脱离了我们现在所说的话,而像是有人在梦中,或者在清醒时在光天化日之下,通过预言梦见它一样——无论如何,关于它的决定应当是这样的:违反公认的歌曲、神圣的歌曲以及青年人所有的合唱舞蹈,任何人都不得像违反其他任何法律那样发声或在舞蹈中移动。
καὶ ὁ μὲν τοιοῦτος ἀζήμιος ἀπαλλαττέσθω, τὸν δὲ μὴ πειθόμενον, καθάπερ ἐρρήθη νυνδή, νομοφύλακές τε καὶ ἱέρειαι καὶ ἱερῆς κολαζόντων.
这样的人应当免受处罚,而对于不服从的人,正如刚才所说,应当由法守护者、女祭司和祭司予以处罚。
κείσθω δὲ νῦν ἡμῖν ταῦτα τῷ λόγῳ;
我们现在就在讨论中确立这些事情吧?
ΚΛ. κείσθω.
克莱尼亚斯:确立吧。
ΑΘ. τίνα δὴ τρόπον αὐτὰ νομοθετῶν τις μὴ παντάπασιν καταγέλαστος γίγνοιτʼ ἄν;
雅典人:那么,一个人在立法这些事情时,怎样才不会显得完全滑稽可笑呢?
ἴδωμεν δὴ τὸ τοιόνδʼ ἔτι περὶ αὐτά.
让我们关于它们再看看这样的一点。
ἀσφαλέστατον καθάπερ ἐκμαγεῖʼ ἄττʼ αὐτοῖσιν πρῶτον πλάσασθαι τῷ λόγῳ, λέγω δὲ ἓν μὲν τῶν ἐκμαγείων εἶναι τοιόνδε τι· θυσίας γενομένης καὶ ἱερῶν καυθέντων κατὰ νόμον, εἴ τῴ τις, φαμέν, ἰδίᾳ παραστὰς τοῖς βωμοῖς τε καὶ ἱεροῖς, ὑὸς ἢ καὶ ἀδελφός, βλασφημοῖ πᾶσαν βλασφημίαν, ἆρʼ οὐκ, ἂν φαῖμεν, ἀθυμίαν καὶ κακὴν ὄτταν καὶ μαντείαν πατρὶ καὶ τοῖς ἄλλοις ἂν οἰκείοις φθέγγοιτο ἐντιθείς;
最安全的方法是首先在讨论中为它们塑造出某种“模具”;我说这些模具中的一个是这样的:在举行了祭祀并依法焚烧了祭品时,我们说,如果有人私自站在祭坛和祭品旁,无论是儿子还是兄弟,说出各种不吉利的话,我们难道不会说,他发出这些话,是在给父亲和其他亲属灌输沮丧、恶兆和毁灭的预言吗?
ΚΛ. τί μήν;
克莱尼亚斯:当然会。
ΑΘ. ἐν τοίνυν τοῖς παρʼ ἡμῖν τόποις τοῦτʼ ἐστὶν ταῖς πόλεσι γιγνόμενον ὡς ἔπος εἰπεῖν σχεδὸν ὀλίγου πάσαις· δημοσίᾳ γάρ τινα θυσίαν ὅταν ἀρχή τις θύσῃ, μετὰ ταῦτα χορὸς οὐχ εἷς ἀλλὰ πλῆθος χορῶν ἥκει, καὶ στάντες οὐ πόρρω τῶν βωμῶν ἀλλὰ παρʼ αὐτοὺς ἐνίοτε, πᾶσαν βλασφημίαν τῶν ἱερῶν καταχέουσιν, ῥήμασί τε καὶ ῥυθμοῖς καὶ γοωδεστάταις ἁρμονίαις συντείνοντες τὰς τῶν ἀκροωμένων ψυχάς, καὶ ὃς ἂν δακρῦσαι μάλιστα τὴν θύσασαν παραχρῆμα ποιήσῃ πόλιν, οὗτος τὰ νικητήρια φέρει.
雅典人:而在我们的地区,这几乎是所有城邦都在发生的事情;因为每当某个官职举行公共祭祀时,此后来的不是一个合唱队,而是许多合唱队,他们站在离祭坛不远的地方,有时甚至就在祭坛旁,将各种不吉之言倾泻在祭品上,用言辞、节奏和最悲哀的旋律绷紧听众的灵魂,谁能当场让刚刚献祭的城邦哭得最厉害,谁就赢得胜利。
τοῦτον δὴ τὸν νόμον ἆρʼ οὐκ ἀποψηφιζόμεθα;
难道我们不投票废除这一惯例吗?
καὶ εἴ ποτʼ ἄρα δεῖ τοιούτων οἴκτων γίγνεσθαι τοὺς πολίτας ἐπηκόους, ὁπόταν ἡμέραι μὴ καθαραί τινες ἀλλὰ ἀποφράδες ὦσιν, τόθʼ ἥκειν δέον ἂν εἴη μᾶλλον χορούς τινας ἔξωθεν μεμισθωμένους ᾠδούς, οἷον οἱ περὶ τοὺς τελευτήσαντας μισθούμενοι Καρικῇ τινι μούσῃ προπέμπουσι τοὺς τελευτήσαντας;
如果万一真的需要市民听取此类哀歌,那也应该在某些不洁净而不祥的日子里,那时应该宁可让一些从外面雇来的歌唱合唱队前来,就像那些为死者雇来的人用某种卡里亚音乐送别死者一样。
τοιοῦτόν που πρέπον ἂν εἴη καὶ περὶ τὰς τοιαύτας ᾠδὰς γιγνόμενον, καὶ δὴ καὶ στολή γέ που ταῖς ἐπικηδείοις ᾠδαῖς οὐ στέφανοι πρέποιεν ἂν οὐδʼ ἐπίχρυσοι κόσμοι, πᾶν δὲ τοὐναντίον, ἵνʼ ὅτι τάχιστα περὶ αὐτῶν λέγων ἀπαλλάττωμαι.
在关于此类歌曲的事情上,这样或许是合适的,而且对于挽歌来说,戴花冠或金饰是不合适的,而应该是完全相反的装束,以便我能尽快结束关于这些事情的讨论。
τὸ δὲ τοσοῦτον ἡμᾶς αὐτοὺς ἐπανερωτῶ πάλιν, τῶν ἐκμαγείων ταῖς ᾠδαῖς εἰ πρῶτον ἓν τοῦθʼ ἡμῖν ἀρέσκον κείσθω.
但我再次问我们自己:作为歌曲的模具,这第一个方案是否应当被确定为令我们满意的?
ΚΛ. τὸ ποῖον;
克莱尼亚斯:是哪一个方案?

词汇与语法注释

  1. 800aνόμους τὰς ᾠδὰς ἡμῖν γεγονέναι — 利用了 νόμος 的双重含义——既指“法律”又指“(基萨拉等的)旋律/诺莫斯”的文字游戏。它引入了一种观点,即古代在基萨拉弹唱中对“诺莫斯”的命名,实际上预言性地表明了歌曲就是法律。
  2. 800aμηδεὶς μᾶλλον ἢ παρʼ ὁντινοῦν ἄλλον τῶν νόμων — 使用比较级 `μᾶλλον` 和关系代词 `ὁντινοῦν` 的强调表达。意为“任何人违反公认歌曲而发声……不得多于违反其他任何法律”,即“比起其他任何法律,绝不能违反歌曲的法律(公认的旋律)”。
  3. 800bβλασφημοῖ πᾶσαν βλασφημίαν — 同族宾格(cognate accusative)结构。这里的 `βλασφηméω` 并非现代意义上的“亵渎神明”,而是指在应当保持肃静(εὐφημία)的严肃祭祀中,反其道而行之,说出不吉利的话或发出哀怨之声,从而破坏仪式。
  4. 800eἵνʼ ὅτι τάχιστα περὶ αὐτῶν λέγων ἀπαλλάττωμαι — 现在分词 `λέγων` 与 `ἀπαλλάττομαι` 结合,表示脱离某种行为(“停止叙述”、“从谈话中解脱出来”)。伴随着 `ὅ提 τάχιστα`(一刻也越快越好),形成了一个惯用的目的从句,意为“为了能尽快结束关于这些事情的讨论”。

引用这一段

柏拉图, 法律篇 §7.800. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:7.800

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。