Humanitext Reader

プラトン · 法律 §7.796

実戦的な格闘と武装舞踊および文芸論への移行

91 / 186 箇所 · ギリシア語

要旨

アテナイの異邦人は、実戦に有用な直立のレスリング(格闘)や、神々を称える武装した舞踊・行列を教育に導入すべきだと主張し、体育に関する議論を終えて文芸(ムーシケー)の議論へと移る。

§7.796ΑΘ. καὶ δὴ τά γε κατὰ πάλην ἃ μὲν Ἀνταῖος ἢ Κερκύων ἐν τέχναις ἑαυτῶν συνεστήσαντο φιλονικίας ἀχρήστου χάριν, ἢ πυγμῆς Ἐπειὸς ἢ Ἄμυκος, οὐδὲν χρήσιμα ἐπὶ πολέμου κοινωνίαν ὄντα, οὐκ ἄξια λόγῳ κοσμεῖν·
ΑΘ. そして、レスリングのうち、アンタイオスやケルキュオーンが役に立たない競争心のために自らの技術として構築したこと、あるいは拳闘のうち、エペイオスやアミュコスが構築したことは、戦争での共同行為に対して何ら有用ではないため、言葉を費やして飾るに値しません。
τὰ δὲ ἀπʼ ὀρθῆς πάλης, ἀπʼ αὐχένων καὶ χειρῶν καὶ πλευρῶν ἐξειλήσεως, μετὰ φιλονικίας τε καὶ καταστάσεως διαπονούμενα μετʼ εὐσχήμονος ῥώμης τε καὶ ὑγιείας ἕνεκα, ταῦτʼ εἰς πάντα ὄντα χρήσιμα οὐ παρετέον, ἀλλὰ προστακτέον μαθηταῖς τε ἅμα καὶ τοῖς διδάξουσιν, ὅταν ἐνταῦθʼ ὦμεν τῶν νόμων, τοῖς μὲν πάντα τὰ τοιαῦτα εὐμενῶς δωρεῖσθαι, τοῖς δὲ παραλαμβάνειν ἐν χάρισιν.
しかし、直立のレスリング、すなわち首や手や脇腹の振りほどきから生じるもので、優美な力強さと健康のために、競争心と安定した構えを伴って入念に訓練されるものは、あらゆることに対して有用であるため、省略すべきではなく、むしろ学習者たちと、同時に、それらを教えることになる者たちに指示しなければなりません。 法律のこの箇所に至ったときには、後者(教師)はこのようなことすべてを快く授け、前者(学習者)は感謝をもって受け取るようにと。
οὐδʼ ὅσα ἐν τοῖς χοροῖς ἐστιν αὖ μιμήματα προσήκοντα μιμεῖσθαι παρετέον, κατὰ μὲν τὸν τόπον τόνδε Κουρήτων ἐνόπλια παίγνια, κατὰ δὲ Λακεδαίμονα Διοσκόρων.
また、舞踊の中で模倣するにふさわしい様々な模倣も、省略すべきではありません。 すなわち、この地(クレタ)においてはクーレースたちの武装した遊びであり、ラケダイモーンにおいてはディオスコーロイのそれです。
ἡ δὲ αὖ που παρʼ ἡμῖν κόρη καὶ δέσποινα, εὐφρανθεῖσα τῇ τῆς χορείας παιδιᾷ, κεναῖς χερσὶν οὐκ ᾠήθη δεῖν ἀθύρειν, πανοπλίᾳ δὲ παντελεῖ κοσμηθεῖσα, οὕτω τὴν ὄρχησιν διαπεραίνειν·
さらに、私たちの国のあの乙女にして女主人(アテーナー)も、舞踊の遊びに喜びを感じ、空の手で戯れるべきではないと考え、完全な武具で身を飾り、そのようにして舞踊を踊り通したのです。
ἃ δὴ πάντως μιμεῖσθαι πρέπον ἂν εἴη κόρους τε ἅμα καὶ κόρας, τὴν τῆς θεοῦ χάριν τιμῶντας, πολέμου τʼ ἐν χρείᾳ καὶ ἑορτῶν ἕνεκα.
これらはまさに、男児も女児も、女神の恩恵を称えるために、戦争の必要においても祝祭のためにも、全面的に模倣するのがふさわしいでしょう。
τοῖς δέ που παισὶν εὐθύς τε καὶ ὅσον ἂν χρόνον μήπω εἰς πόλεμον ἴωσιν, πᾶσι θεοῖς προσόδους τε καὶ πομπὰς ποιουμένους μεθʼ ὅπλων τε καὶ ἵππων ἀεὶ κοσμεῖσθαι δέον ἂν εἴη, θάττους τε καὶ βραδυτέρας ἐν ὀρχήσεσι καὶ ἐν πορείᾳ τὰς ἱκετείας ποιουμένους πρὸς θεούς τε καὶ θεῶν παῖδας.
そして子供たちには、ただちに、また彼らがまだ戦争に赴かない間は、すべての神々への参詣や行列を行う際、常に武具と馬で身を飾るべきであり、神々や神々の子らに対して、舞踊や行進において、時には速く、時には遅く哀願を行うべきなのです。
καὶ ἀγῶνας δὴ καὶ προαγῶνας, εἴ τινων, οὐκ ἄλλων ἢ τούτων ἕνεκα προαγωνιστέον·
そして、競技や予備競技も、もし行うならば、これら以外の何ものの目的のためでもなく、これらのために事前に行うべきです。
οὗτοι γὰρ καὶ ἐν εἰρήνῃ καὶ κατὰ πόλεμον χρήσιμοι εἴς τε πολιτείαν καὶ ἰδίους οἴκους, οἱ δὲ ἄλλοι πόνοι τε καὶ παιδιαὶ καὶ σπουδαὶ κατὰ σώματα οὐκ ἐλευθέρων, ὦ Μέγιλλέ τε καὶ Κλεινία.
なぜなら、これらは平和においても戦争においても、国家にとっても個人の家庭にとっても有用だからです。 しかし、身体に関するその他の苦労や遊び、真剣な取り組みは、自由人のものではありません、メギロスよ、そしてクレイニアスよ。
ἣν εἶπον γυμναστικὴν ἐν τοῖς πρώτοις λόγοις ὅτι δέοι διεξελθεῖν, σχεδὸν δὴ διελήλυθα τὰ νῦν, καὶ ἔσθʼ αὕτη παντελής·
私が最初の議論の中で、詳しく論じるべきであると言った体育については、今やほぼ論じ終えました。 そして、これは完全なものです。
εἰ δέ τινα ταύτης ὑμεῖς ἔχετε βελτίω, θέντες εἰς κοινὸν λέγετε.
しかし、もしあなたがたがこれよりも優れたものをお持ちなら、それを皆の前に出して語ってください。
ΚΛ. οὐ ῥᾴδιον, ὦ ξένε, παρέντας ταῦτα ἄλλα ἔχειν βελτίω τούτων περὶ γυμναστικῆς ἅμα καὶ ἀγωνίας εἰπεῖν.
ΚΛ. 客人よ、これらを差し置いて、体育と競技に関してこれらより優れた他のことを語ることは容易ではありません。
ΑΘ. τὸ τοίνυν τούτοις ἑξῆς περὶ τὰ τῶν Μουσῶν τε καὶ Ἀπόλλωνος δῶρα, τότε μέν, ὡς ἅπαντα εἰρηκότες, ᾠόμεθα καταλείπειν μόνα τὰ περὶ γυμναστικῆς·
ΑΘ. それでは、これに続くもの、すなわちムーサイとアポローンからの贈り物に関する事柄ですが、あの時は、すべてを語り終えたかのように、私たちは体育に関する事柄だけを残したと思っていました。
νῦν δʼ ἔστιν δῆλα ἅ τʼ ἐστὶν καὶ ὅτι πρῶτα πᾶσιν ῥητέα.
しかし、今やそれらが何であるか、そしてそれらがすべてに先立って語られねばならないことは明らかです。
λέγωμεν τοίνυν ἑξῆς αὐτά.
それでは、続いてそれらについて語りましょう。
ΚΛ. πάνυ μὲν οὖν λεκτέον.
ΚΛ. ぜひとも語るべきです。

語釈・文法注

  1. 796aἐπὶ πολέμου κοινωνίαν — 前置詞 ἐπί は対格 κοινωνίαν を伴って目的を示し、属格 πολέμου がこれを修飾している。「戦争における協力(共同行為)を目指して」の意。
  2. 796bτοῖς μὲν... τοῖς δὲ — 直前の μαθηταῖς τε ἅμα καὶ τοῖς διδάξουσιν に対応するが、順序が逆転している(交差配列法)。τοῖς μὲν が後者の「教師(授ける側 δωρεῖσθαι)」を指し、τοῖς δὲ が前者の「学習者(受け取る側 παραλαμβάνειν)」を指す。
  3. 796cτοῖς δέ που παισὶν... ποιουμένους... κοσμεῖσθαι δέον ἂν εἴη — 非人称構文 δέον ἂν εἴη は不定詞 κοσμεῖσθαι を支配する。その意味上の主語は文頭で与格 τοῖς παισὶν として提示されているが、これに続く分詞が対格複数形 ποιουμένους となっているのは、不定詞の意味上の主語(対格)に一致させた破格(anacoluthon)である。

この箇所を引用する

プラトン, 法律 §7.796. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0059.tlg034.humanitext-grc2:7.796

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。